Ancient Greek · ~6 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ τόμῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐαγρίου σχολαστικοῦ·
Not analysed yet
α Περὶ τοῦ γάμου Μαυρικίου καὶ Αὐγούστης. β Περὶ Ἀλαμουνδάρου τοῦ Σαρακηνοῦ, καὶ τοῦ υἱοῦ αὐτοῦ Νααμάνου. γ Περὶ τῆς στρατηγίας Ἰωάννου καὶ Φιλιππικοῦ, καὶ ὧν πεπράχασι. δ Περὶ τῆς στρατηγίας Πρίσκου, καὶ ὧν πέπονθεν ὑπὸ τοῦ στρατοῦ ἐπαναστάντος αὐτῷ. ε Περὶ τῆς Γερμανοῦ εἰς τὴν τῶν ὅλων ἀρχὴν ἀκουσίου κατασχέσεως. ς Ὡς ὁ βασιλεὺς Φιλιππικὸν πάλιν ἐξαπέστειλεν, ὁ δὲ στρατὸς τοῦτον οὐ παρεδέξατο. ζ Περὶ Γρηγορίου τοῦ Θεουπόλεως, καὶ τῆς κατ’ αὐτοῦ γενομένης συκοφαντίας, ὅπως τε ταύτην ψευδῆ διήλεγξεν. η Ὡς πάλιν ὑπὸ σεισμῶν ἡ Θεούπολις ἔπαθεν. θ Ὡς οἱ Βάρβαροι θαρρήσαντες τῇ τοῦ στρατοῦ κατὰ τοῦ βασιλέως ἀποστάσει τούτοις προσβαλόντες ὑπὸ Γερμανοῦ ἡττήθησαν. ι Περὶ τῆς τοῦ βασιλέως εἰς τοὺς ἀποστάτας φιλανθρωπίας. ια Ὡς Γρηγόριος ὁ Θεουπόλεως εἰς διαλλαγὰς ἐξαπεστάλη τοῦ στρατοῦ. ιβ Δημηγορία Γρηγορίου πρὸς τὸν στρατόν. ιγ Ὅτι μετὰ τὸ δημηγορῆσαι Γρηγόριον, μετέθεντο ταῖς γνώμαις οἱ στρατιῶται, καὶ πάλιν δέχονται Φιλιππικὸν στρατηγόν. ιδ Περὶ τῆς ἁλώσεως Μαρτυροπόλεως. ιε Περὶ τῆς στρατηγίας Κομεντιόλου, καὶ ἁλώσεως τοῦ Ὄκβας. ις Περὶ τῆς ἀναιρέσεως Ὁρμίσδου. ιζ Περὶ τῆς πρὸς ἡμᾶς φυγῆς τοῦ νέου Χοσρόου. ιη Ὡς ὁ βασιλεὺς Γρηγόριον καὶ Δομετιανὸν εἰς ἀπαντὴν Χοσρόου ἐξαπέστειλεν. ιθ Ὡς πάλιν τὴν ἀρχὴν Περσῶν Χοσρόης ἔλαβε, Ῥωμαίων αὐτῷ συναραμένων. κ Ὅτι κατ’ ἐκεῖνο καιροῦ ἡ ἁγία μήτηρ ἦν Γολανδούχ. κα Περὶ ὧν ἔπεμψε Χοσρόης ἀναθημάτων τῷ ἁγίῳ μάρτυρι Σεργίῳ. κβ Περὶ Νααμάνου τοῦ Σαρακηνοῦ. κγ Περὶ τῆς τελευτῆς τοῦ ἐν ἁγίοις Συμεὼν τοῦ Στυλίτου τοῦ νέου. κδ Περὶ τῆς τελευτῆς Γρηγορίου ἐπισκόπου Θεουπόλεως, καὶ ἀποκαταστάσεως Ἀναστασίου.