Ancient Greek · ~7 min
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.ΕΥΑΓΡΙΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΕΠΙΦΑΝΕΩΣ ΚΑΙ ΑΠΟ ΕΠΑΡΧΩΝ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΤΟΜΟΣ ϛ
Not analysed yet
Μαυρίκιος δέ, ἐπεὶ παρέλαβε τὴν ἀρχήν, πρῶτα μὲν τὰ περὶ τὸν γάμον ἐξηρτύετο, καὶ κατὰ τοὺς βασιλικοὺς θεσμοὺς Αὐγοῦσταν, τὴν καὶ Κωνσταντῖναν, ἐσοικίζεται, τῆς τε τῶν γάμων πομπῆς μεγαλοπρεπῶς γεγενημένης δημοθοινίας τε καὶ ἀγερωχίας ἑκασταχοῦ τῆς πόλεως. Παρῆσαν δὲ τῷ γάμῳ θεοσέβειά τε καὶ βασιλεία δορυφοροῦσαί τε ἐκπρεπέστατα καὶ δωροφοροῦσαι τὰ τιμιώτατα. Ἡ μὲν γὰρ πατέρα τε καὶ μητέρα παρείχετο, σεμνῇ πολιᾷ αἰδεσίμῳ τε ῥυτίδι τὸν γάμον ἁγιάσοντας, οὐχ ἱστορηθὲν ἐς βασιλέας πώποτε, ἀδελφούς τε καλοὺς καὶ ὡραίους τὴν γαμήλιον πομπὴν σεμνύνοντας. Ἡ δέ γε ἀμπεχόνην χρυσόπαστον, ἁλουργίδι καὶ λίθοις Ἰνδῶν κεκοσμημένην, στεφάνους τε χρυσῷ πολλῷ καὶ ταῖς ἐκ λίθων ποικιλίαις τε καὶ διαυγείαις τιμαλφεστάτους, ἅπαντάς τε τοὺς ἐν ἀξιώσεσι περὶ τὴν αὐλὴν καὶ στρατείαις ἐναριθμίους, κηρούς τε γαμηλίους ἐξάπτοντας μεγαλοπρεπῶς τε ἐσταλμένους καὶ ἐξ ὧν γνωρίζοιντο, καὶ τὴν νυμφαγωγὸν πανήγυριν ἀνυμνοῦντας· ὥστε τῆς πομπῆς ἐκείνης μηδὲν τῶν ἐν ἀνθρώποις σεμνοπρεπέστερον ἢ εὐδαιμονέστερον γενέσθαι πώποτε. Καὶ Δαμόφιλος μέν φησι τὰ κατὰ Ῥώμην ἀναγράφων, Πλούταρχον τὸν Χαιρωνέα σαφῶς εἰπεῖν ὅτι διὰ ταύτην μόνην ἐσπείσαντο πρὸς ἀλλήλας ἀρετή τε καὶ τύχη. Ἐγὼ δὲ ἂν φαίην ὡς θεοσέβειά τε καὶ εὐδαιμονία ἐπὶ Μαυρικίῳ μόνῳ οὕτω συνηλθέτην, τῆς θεοσεβείας βιασαμένης τὸ εὔδαιμον καὶ περιτρέπεσθαι παντάπασιν οὐκ ἐνδούσης. Ἐσπούδακε δὲ λοιπὸν οὐκ ἐν τῷ σώματι μόνῳ, ἀλλὰ γὰρ καὶ ἐν τῇ ψυχῇ περιβαλέσθαι τὴν ἁλουργίδα καὶ τὸν στέφανον. Μόνος γὰρ τῶν πρώην βασιλέων ἑαυτοῦ βεβασίλευκε, καὶ αὐτοκράτωρ ὄντως γενόμενος τὴν μὲν ὀχλοκρατείαν τῶν παθῶν ἐκ τῆς οἰκείας ἐξενηλάτησε ψυχῆς, ἀριστοκρατίαν δὲ ἐν τοῖς ἑαυτοῦ λογισμοῖς καταστησάμενος, ζῶν ἀρετῆς ἄγαλμα ἑαυτὸν παρέσχετο πρὸς μίμησιν ἐκπαιδεύων τὸ ὑπήκοον. Ἅπερ οὐ πρὸς θωπείαν εἴρηταί μοι· τί γὰρ καὶ λελέξεται, ἀγνοοῦντος ἐκείνου τὰ γραφόμενα; Παραστήσει δὲ ταῦθ’ οὕτως ἔχειν τά τε ἐκ τοῦ θεοῦ δεδωρημένα γε αὐτῷ, τά τε παντοίως συνενεχθέντα, ἅπερ ἡμῖν ὁμολογουμένως ἐς τὸν θεὸν ἀνακτέον.