Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.2
Not analysed yet
Οὗτος πρὸς τοῖς ἄλλοις ἅπασι διεσπούδακε μηδενὸς τῶν ὑποδίκων τῇ βασιλείᾳ αἷμα παντάπασιν ἐκχέαι. Ἀμέλει τοιγαροῦν οὔτε Ἀλαμούνδαρον τῶν Σκηνητῶν Ἀράβων ἡγούμενον τό τε πολίτευμα αὐτόν τε καταπροδόντα, ὡς πρόσθε μοι δεδιήγηται, ἀνεῖλε· μόνης δὲ νήσου προσετίμησε σὺν γυναικὶ καὶ τῶν παίδων ἐνίοις, καὶ πρὸς τὴν Σικέλων ἐξοικίσαι. Νααμάνην δὲ τὸν τούτου παῖδα, μυρίων κακῶν ἐμπλήσαντα τὸ πολίτευμα, Φοινίκην τε ἑκατέραν Παλαιστίνας τε ληϊσάμενον καὶ ἀνδραποδίσαντα διὰ τῶν ἀμφ’ αὐτὸν βαρβάρων, ὅτε Ἀλαμούνδαρος ἥλω, πάντων αὐτοῦ θάνατον καταψηφισαμένων, ἐν ἐλευθέρᾳ φυλακῇ φρουρεῖ, μηδὲν ἐπέκεινα κακῶν· ἃ καὶ ἐφ’ ἑτέροις ἀναρίθμοις πέπραχεν, ὡς ἕκαστα προσφόρως λελέξεται.