Ancient Greek
Book 6
Evagrius, Scholasticus, Historia Ecclesiastica 6.9
Not analysed yet
Τὰ δὲ τοῦ στρατοῦ παραπλησίως εἶχεν, ὥστε καὶ τοὺς βαρβάρους ἐπιστρατεῦσαι, πειθομένους μηδένα σφᾶς κωλύσειν τὰ βαρβάρων πράττοντας. Ὑπαντιάζει δὲ τούτοις ὁ Γερμανὸς σὺν τοῖς ἀμφ’ αὐτόν, καὶ οὕτω κατὰ κράτος νικήσας διέφθειρεν ὥστε μηδὲ ἀγγελιώτην τῆς συμφορᾶς Πέρσαις ὑπολειφθῆναι.