Ancient Greek
110 to 119
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 110-2-119
Not analysed yet
τῶν ὑμετέρων δὲ πτωμάτων οὐχ ἡ πόλις καὶ τὸ ἱερὸν δὲ πᾶν πεπλήρωται; θεὸς ἄρα, θεὸς αὐτὸς ἐπάγει μετὰ Ῥωμαίων κάθαρσιν αὐτῷ πῦρ καὶ τὴν τοσούτων μιασμάτων γέμουσαν πόλιν ἀναρπάζει. Ταῦτα λέγων ὁ Ἰώσηπος μετʼ ὀδυρμοῦ καὶ δακρύων λυγμῷ τὴν φωνὴν ἐνεκόπη. καὶ Ῥωμαῖοι μὲν ᾤκτειράν τε τοῦ πάθους καὶ τῆς προαιρέσεως αὐτὸν ἐθαύμασαν, οἱ δὲ περὶ τὸν Ἰωάννην παρωξύνοντο μᾶλλον ἐπὶ τοὺς Ῥωμαίους ἐπιθυμοῦντες ἐγκρατεῖς γενέσθαι κἀκείνου. τῶν γε μὴν εὐγενῶν πολλοὺς ἐκίνησεν ὁ λόγος, καὶ τινὲς μὲν ὀρρωδοῦντες τὰς φυλακὰς τῶν στασιαστῶν κατὰ χώραν ἔμενον, ἀπώλειαν μέντοι σφῶν τε αὐτῶν καὶ τῆς πόλεως κατεγνώκεσαν, εἰσὶ δὲ οἳ καιροφυλακήσαντες ἄδειαν ἀναχωρήσεως πρὸς τοὺς Ῥωμαίους κατέφυγον. ὧν ἦσαν ἀρχιερεῖς μὲν Ἰώσηπός τε καὶ Ἰησοῦς, υἱοὶ δὲ ἀρχιερέων τρεῖς μὲν Ἰσμαήλου τοῦ καρατομηθέντος ἐν Κυρήνῃ, καὶ τέσσαρες Ματθίου καὶ εἷς ἑτέρου Ματθίου, διαδρὰς μετὰ τὴν τοῦ πατρὸς ἀπώλειαν, ὃν ὁ τοῦ Γιώρα Σίμων ἀπέκτεινεν σὺν τρισὶν υἱοῖς, ὡς προείρηται. πολλοὶ δὲ καὶ τῶν ἄλλων εὐγενῶν τοῖς ἀρχιερεῦσι συμμετεβάλοντο. Καῖσαρ δὲ αὐτοὺς τά τε ἄλλα φιλοφρόνως ἐδέξατο καὶ γινώσκων ἀλλοφύλοις ἤθεσιν ἀηδῆ τὴν διατριβὴν ἕξειν ἀπέπεμψεν αὐτοὺς εἰς Γόφναν, τέως ἐκεῖ παραινῶν μένειν· ἀποδώσειν γὰρ ἑκάστῳ τὰς κτήσεις κατὰ σχολὴν ἀπὸ τοῦ πολέμου γενόμενος. οἱ μὲν οὖν εἰς τὸ δοθὲν πολίχνιον μετὰ πάσης ἀσφαλείας ἀνεχώρουν ἄσμενοι· μὴ φαινομένων δὲ αὐτῶν διεφήμισαν οἱ στασιασταὶ πάλιν ὡς ἀποσφαγεῖεν ὑπὸ Ῥωμαίων οἱ αὐτόμολοι, δηλονότι τοὺς λοιποὺς ἀποτρέποντες τῷ φόβῳ διαδιδράσκειν. ἤνυστο δʼ ὡς καὶ πρότερον αὐτοῖς τὸ πανοῦργον πρὸς καιρόν· ἐπεσχέθησαν γὰρ ὑπὸ τοῦ δέους αὐτομολεῖν. Αὖθις δέ, ὡς ἀνακαλέσας τοὺς ἄνδρας ἀπὸ τῆς Γοφνὰ Τίτος ἐκέλευσε μετὰ τοῦ Ἰωσήπου περιελθόντας τὸ τεῖχος ὀφθῆναι τῷ δήμῳ, πλεῖστοι πρὸς τοὺς Ῥωμαίους ἔφευγον. γενόμενοι δὲ ἀθρόοι καὶ πρὸ τῶν Ῥωμαίων ἱστάμενοι μετʼ οἰμωγῆς καὶ δακρύων ἱκέτευον τοὺς στασιαστὰς τὸ μὲν πρῶτον ὅλῃ τοὺς Ῥωμαίους δέξασθαι τῇ πόλει καὶ τὴν πατρίδα σῶσαι πάλιν,