Ancient Greek · ~7 min
99 to 109
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 99-2-109
Not analysed yet
καὶ ὁ Ἰώσηπος πρὸς ταῦτα ἀνέκραγεν πάνυ γοῦν καθαρὰν τῷ θεῷ τετήρηκας αὐτήν, ἀμίαντον δὲ μένει τὸ ἅγιον, εἰς ὅν τʼ ἐλπίζεις σύμμαχον οὐδὲν ἠσέβησας, τὰς δʼ ἐθίμους θυσίας ἀπολαμβάνει. κἂν μὲν σοῦ τις ἀφέλῃ τὴν καθʼ ἡμέραν τροφήν, ἀσεβέστατε, τοῦτον ἥγησαι πολέμιον, αὐτὸν δʼ ὃν τῆς αἰωνίου θρησκείας ἐστέρησας θεὸν ἐλπίζεις σύμμαχον ἔχειν ἐν τῷ πολέμῳ; καὶ Ῥωμαίοις τὰς ἁμαρτίας ἀνατίθης, οἳ μέχρι νῦν κήδονται τῶν ἡμετέρων νόμων καὶ τὰς ὑπὸ σοῦ διακοπείσας θυσίας ἀποδίδοσθαι τῷ θεῷ βιάζονται; τίς οὐκ ἂν στενάξειε καὶ κατολοφύραιτο τῆς παραδόξου μεταβολῆς τὴν πόλιν, εἴ γε ἀλλόφυλοι μὲν καὶ πολέμιοι τὴν σὴν ἀσέβειαν ἐπανορθοῦνται, σὺ δʼ ὁ Ἰουδαῖος, ὁ τοῖς νόμοις ἐντραφείς, κἀκείνων πρὸς αὐτοὺς γίνῃ χαλεπώτερος; ἀλλά τοι, Ἰωάννη, καὶ μετανοῆσαι μὲν ἐκ κακῶν οὐκ αἰσχρὸν ἐν ἐσχάτοις καὶ καλὸν ὑπόδειγμα βουλομένῳ σώζειν τὴν πατρίδα σοι πρόκειται βασιλεὺς Ἰουδαίων Ἰεχονίας, ὅς ποτε στρατεύσαντι τῷ Βαβυλωνίῳ διʼ αὐτὸν ἑκὼν ἐξέστη πρὶν ἁλῶναι τῆς πόλεως καὶ μετὰ γενεᾶς αἰχμαλωσίαν ὑπέμεινεν ἐθελούσιον ὑπὲρ τοῦ μὴ παραδοῦναι ταῦτα πολεμίοις τὰ ἅγια καὶ τὸν οἶκον τοῦ θεοῦ περιιδεῖν φλεγόμενον. διὰ τοῦτο λόγος τε αὐτὸν πρὸς ἁπάντων Ἰουδαίων ἱερὸς ὑμνεῖ καὶ μνήμη ῥέουσα διʼ αἰῶνος ἀεὶ νέα τοῖς ἐπιγινομένοις παραδίδωσιν ἀθάνατον. καλόν, ὦ Ἰωάννη, ὑπόδειγμα, κἂν προσῇ κίνδυνος· ἐγὼ δέ σοι καὶ τὴν ἀπὸ Ῥωμαίων συγγνώμην ἐγγυῶμαι. μέμνησο δʼ ὡς ὁμόφυλος ὢν παραινῶ καὶ Ἰουδαῖος ὢν ἐπαγγέλλομαι, καὶ χρὴ σκοπεῖν τίς ὁ συμβουλεύων καὶ πόθεν. μὴ γὰρ ἔγωγέ ποτε γενοίμην ζῶν οὕτως αἰχμάλωτος, ἵνα παύσωμαι τοῦ γένους ἢ τῶν πατρίων ἐπιλάθωμαι. πάλιν ἀγανακτεῖς καὶ κέκραγάς μοι λοιδορούμενος, ἀξίῳ γε καὶ χαλεπωτέρων, ὃς ἀντικρὺς εἱμαρμένης τι παραινῶ καὶ τοὺς ὑπὸ τοῦ θεοῦ βιάζομαι κατακρίτους σώζειν. τίς οὐκ οἶδεν τὰς τῶν παλαιῶν προφητῶν ἀναγραφὰς καὶ τὸν ἐπιρρέποντα τῇ τλήμονι πόλει χρησμὸν ἤδη ἐνεστῶτα; τότε γὰρ ἅλωσιν αὐτῆς προεῖπον, ὅταν ὁμοφύλου τις ἄρξῃ φόνου.