Ancient Greek · ~7 min
190 to 198
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 190-2-198
Not analysed yet
Βάσσος δὲ περισκεψάμενος τὸ χωρίον ἔγνω ποιεῖσθαι τὴν πρόσοδον χωννὺς τὴν φάραγγα τὴν πρὸς ταῖς ἀνατολαῖς καὶ τῶν ἔργων εἴχετο, σπουδὴν ποιούμενος ᾗ τάχος ἐξᾶραι τὸ χῶμα καὶ διʼ αὐτοῦ ῥᾳδίαν ποιῆσαι τὴν πολιορκίαν. οἱ δʼ ἔνδον ἀπειλημμένοι τῶν Ἰουδαίων αὐτοὶ καθʼ ἑαυτοὺς ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν, ὄχλον ἄλλως εἶναι νομίζοντες, ἐν τῇ κάτω πόλει παραμένειν καὶ τοὺς κινδύνους προεκδέχεσθαι, τὸ δʼ ἄνω φρούριον αὐτοὶ καταλαβόντες εἶχον καὶ διὰ τὴν ἰσχὺν τῆς ὀχυρότητος καὶ προνοίᾳ τῆς σωτηρίας αὐτῶν· τεύξεσθαι γὰρ ἀφέσεως ὑπελάμβανον, εἰ τὸ χωρίον Ῥωμαίοις ἐγχειρίσειαν. πείρᾳ δὲ πρότερον ἐβούλοντο τὰς ὑπὲρ τοῦ διαφεύξεσθαι τὴν πολιορκίαν ἐλπίδας ἐλέγξαι. διὰ τοῦτο καὶ προθύμως ἐποιοῦντο τὰς ἐξόδους ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς χοῦσι συμπλεκόμενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων ἀνῄρουν. ἀεὶ δὲ τὸ κρατεῖν ὁ καιρὸς ἐβράβευεν ἑκατέροις τὸ πλέον, τοῖς μὲν Ἰουδαίοις, εἰ πρὸς ἀφυλακτοτέρους προσπέσοιεν, τοῖς δὲ ἐπὶ τῶν χωμάτων προϊδομένοις, εἰ τὴν ἐκδρομὴν αὐτῶν δέχοιντο πεφραγμένως. ἀλλʼ οὐκ ἐν τούτοις ἔμελλεν γενήσεσθαι τὸ πέρας τῆς πολιορκίας, ἔργον δέ τι πραχθὲν ἐκ συντυχίας παράλογον τῆς παραδόσεως τοῦ φρουρίου τὴν ἀνάγκην ἐπέστησε τοῖς Ἰουδαίοις. ἦν ἐν τοῖς πολιορκουμένοις νεανίας τολμῆσαί τε θρασὺς καὶ κατὰ χεῖρα δραστήριος, Ἐλεάζαρος ὄνομα· γεγόνει δὲ οὗτος ἐν ταῖς ἐκδρομαῖς ἐπιφανὴς τοὺς πολλοὺς ἐξιέναι καὶ κωλύειν τὴν χῶσιν παρακαλῶν καὶ κατὰ τὰς μάχας πολλὰ καὶ δεινὰ τοὺς Ῥωμαίους διατιθείς, τοῖς δὲ σὺν αὐτῷ τολμῶσιν ἐπεκτρέχειν ῥᾳδίαν μὲν τὴν προσβολὴν τιθέμενος, ἀκίνδυνον δὲ παρέχων τὴν ἀναχώρησιν τῷ τελευταῖος ἀπιέναι. καὶ δή ποτε τῆς μάχης διακριθείσης καὶ γεγονυίας ἀμφοτέρων ἀναχωρήσεως αὐτὸς ἅτε δὴ περιφρονῶν καὶ νομίζων οὐκ ἂν ἔτι τῶν πολεμίων οὐδένα τότε μάχης ἄρξειν, μείνας τῶν πυλῶν ἔξω τοῖς ἐπὶ τοῦ τείχους διελάλει καὶ πᾶς πρὸς ἐκείνοις τὴν διάνοιαν ἦν.