Ancient Greek · ~7 min
199 to 207
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 199-207
Not analysed yet
ὁρᾷ δὲ τὸν καιρὸν τοῦ Ῥωμαϊκοῦ τις στρατοπέδου Ῥοῦφος, γένος Αἰγύπτιος, καὶ μηδενὸς ἂν προσδοκήσαντος ἐξαίφνης ἐπιδραμὼν σὺν αὐτοῖς ἀράμενος αὐτὸν τοῖς ὅπλοις, ἕως κατεῖχε τοὺς ἀπὸ τῶν τειχῶν ἰδόντας ἔκπληξις, φθάνει τὸν ἄνδρα μεταθεὶς πρὸς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ κελεύσαντος γυμνὸν διαλαβεῖν αὐτὸν καὶ καταστήσαντας εἰς τὸ φανερώτατον τοῖς ἐκ τῆς πόλεως ἀποβλέπουσι μάστιξιν αἰκίζεσθαι, σφόδρα τοὺς Ἰουδαίους τὸ περὶ τὸν νεανίαν πάθος συνέχεεν, ἀθρόα τε ἡ πόλις ἀνῴμωξε, καὶ θρῆνος ἦν μείζων ἢ καθʼ ἑνὸς ἀνδρὸς συμφοράν. τοῦτο συνιδὼν ὁ Βάσσος κατὰ τῶν πολεμίων ἀρχὴν ἐποιήσατο στρατηγήματος, καὶ βουληθεὶς αὐτῶν ἐπιτεῖναι τὸ περιαλγές, ἵνα βιασθῶσιν ἀντὶ τῆς σωτηρίας τἀνδρὸς ποιήσασθαι τοῦ φρουρίου παράδοσιν, τῆς ἐλπίδος οὐ διήμαρτεν. ὁ μὲν γὰρ προσέταξε καταπηγνύναι σταυρὸν ὡς αὐτίκα κρεμῶν τὸν Ἐλεάζαρον, τοῖς δὲ ἀπὸ τοῦ φρουρίου τοῦτο θεασαμένοις ὀδύνη τε πλείων προσέπεσε, καὶ διωλύγιον ἀνῴμωζον οὐκ ἀνασχετὸν εἶναι τὸ πάθος βοῶντες. ἐνταῦθα δὴ τοίνυν Ἐλεάζαρος ἱκέτευεν αὐτοὺς μήτε αὐτὸν περιιδεῖν ὑπομείναντα θανάτων τὸν οἴκτιστον καὶ σφίσιν αὐτοῖς τὴν σωτηρίαν παρασχεῖν τῇ Ῥωμαίων εἴξαντας ἰσχύι καὶ τύχῃ μετὰ πάντας ἤδη κεχειρωμένους. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου λόγους κατακλώμενοι καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ μεγάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, παρὰ τὴν αὐτῶν φύσιν εἰς οἶκτον ἐνέδωκαν· καί τινας ἐξαποστείλαντες κατὰ τάχος διελέγοντο ποιεῖσθαι τὴν παράδοσιν τοῦ φρουρίου ἀξιοῦντες, ἵνʼ ἀδεεῖς ἀπαλλάττωνται κομισάμενοι τὸν Ἐλεάζαρον. δεξαμένων δὲ τῶν Ῥωμαίων καὶ τοῦ στρατηγοῦ ταῦτα, τὸ πλῆθος τῶν ἐν τῇ κάτω πόλει τὴν γεγενημένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθόμενοι σύμβασιν αὐτοὶ κατὰ νύκτα λαθόντες ἔγνωσαν ἀποδρᾶναι. τὰς πύλας δὲ αὐτῶν ἀνοιξάντων παρὰ τῶν τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκεν μήνυσις, εἴτʼ οὖν τῆς σωτηρίας αὐτοῖς φθονησάντων εἴτε [καὶ] διὰ δέος, μὴ τὴν αἰτίαν αὐτοὶ λάβωσι τῆς ἐκείνων ἀποδράσεως.