Ancient Greek · ~7 min
216 to 225
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 216-2-225
Not analysed yet
Ὁ δʼ ὥσπερ τοῖς ζηλωταῖς ὑπὲρ εὐνοίας ὀμόσας καὶ οὐ κατʼ αὐτῶν, παρελθὼν εἴσω καὶ καταστὰς εἰς μέσους πολλάκις μὲν ἔφη κινδυνεῦσαι διʼ αὐτούς, ἵνα μηδὲν ἀγνοήσωσι τῶν ἀπορρήτων, ὅσα κατʼ αὐτῶν οἱ περὶ τὸν Ἄνανον ἐβουλεύσαντο· νῦν δὲ τὸν μέγιστον ἀναρριπτεῖν κίνδυνον σὺν πᾶσιν αὐτοῖς, εἰ μή τις προσγένοιτο βοήθεια δαιμόνιος. οὐ γὰρ ἔτι μέλλειν Ἄνανον, ἀλλὰ πείσαντα μὲν τὸν δῆμον πεπομφέναι πρέσβεις πρὸς Οὐεσπασιανόν, ἵνʼ ἐλθὼν κατὰ τάχος παραλάβῃ τὴν πόλιν, ἁγνείαν δὲ παρηγγελκέναι κατʼ αὐτῶν εἰς τὴν ἑξῆς ἡμέραν, ἵνʼ ἢ κατὰ θρησκείαν εἰσελθόντες ἢ καὶ βιασάμενοι συμμίξωσιν αὐτοῖς. οὐχ ὁρᾶν δὲ μέχρι τίνος ἢ τὴν φρουρὰν οἴσουσιν ἢ παρατάξονται πρὸς τοσούτους. προσετίθει δʼ ὡς αὐτὸς εἰσπεμφθείη κατὰ θεοῦ πρόνοιαν ὡς πρεσβευτὴς περὶ διαλύσεων· τὸν γὰρ Ἄνανον ταύτας αὐτοῖς προτείνειν, ὅπως ἀνυποπτοτέροις ἐπέλθῃ. δεῖν οὖν ἢ τῷ λόγῳ τοῦ ζῆν τοὺς φρουροῦντας ἱκετεύειν ἢ πορίζεσθαί τινα παρὰ τῶν ἔξωθεν ἐπικουρίαν· τοὺς δὲ θαλπομένους ἐλπίδι συγγνώμης εἰ κρατηθεῖεν, ἐπιλελῆσθαι τῶν ἰδίων τολμημάτων ἢ νομίζειν ἅμα τῷ μετανοεῖν τοὺς δεδρακότας εὐθέως ὀφείλειν διηλλάχθαι καὶ τοὺς παθόντας. ἀλλὰ τῶν μὲν ἀδικησάντων διὰ μίσους πολλάκις γίνεσθαι καὶ τὴν μεταμέλειαν, τοῖς ἀδικηθεῖσι δὲ τὰς ὀργὰς ἐπʼ ἐξουσίας χαλεπωτέρας· ἐφεδρεύειν δέ γε ἐκείνοις φίλους καὶ συγγενεῖς τῶν ἀπολωλότων καὶ δῆμον τοσοῦτον ὑπὲρ καταλύσεως νόμων καὶ δικαστηρίων τεθυμωμένον, ὅπου κἂν ᾖ τι μέρος τὸ ἐλεοῦν, ὑπὸ πλείονος ἂν αὐτὸ τοῦ διαγανακτοῦντος ἀφανισθῆναι. Τοιαῦτα μὲν ἐποίκιλλεν ἀθρόως δεδισσόμενος, καὶ τὴν ἔξωθεν βοήθειαν ἀναφανδὸν μὲν οὐκ ἐθάρρει λέγειν, ᾐνίσσετο δὲ τοὺς Ἰδουμαίους· ἵνα δὲ καὶ τοὺς ἡγεμόνας τῶν ζηλωτῶν ἰδίᾳ παροξύνῃ, τὸν Ἄνανον εἴς τε ὠμότητα διέβαλλε καὶ ἀπειλεῖν ἐκείνοις ἐξαιρέτως ἔλεγεν. ἦσαν δὲ Ἐλεάζαρος μὲν υἱὸς Γίωνος, ὃς δὴ καὶ πιθανώτατος ἐδόκει τῶν ἐν αὐτοῖς νοῆσαί τε τὰ δέοντα καὶ τὰ νοηθέντα πρᾶξαι, Ζαχαρίας δέ τις υἱὸς Ἀμφικάλλει, γένος ἐκ τῶν ἱερέων ἑκάτερος.