Ancient Greek · ~7 min
226 to 235
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 226-235
Not analysed yet
οὗτοι πρὸς ταῖς κοιναῖς τὰς ἰδίας καθʼ ἑαυτῶν ἀπειλὰς ἀκούσαντες, ἔτι δʼ ὡς οἱ περὶ τὸν Ἄνανον δυναστείαν αὑτοῖς περιποιούμενοι Ῥωμαίους ἐπικαλοῖντο, καὶ γὰρ τοῦτο Ἰωάννης προσεψεύσατο, μέχρι πολλοῦ μὲν ἠποροῦντο, τί χρὴ πράττειν εἰς ὀξὺν οὕτως καιρὸν συνεωσμένους· παρεσκευάσθαι μὲν γὰρ τὸν δῆμον ἐπιχειρεῖν αὐτοῖς οὐκ εἰς μακράν, αὐτῶν δὲ τὸ σύντομον τῆς ἐπιβουλῆς ὑποτετμῆσθαι τὰς ἔξωθεν ἐπικουρίας· πάντα γὰρ ἂν φθῆναι παθεῖν πρὶν καὶ πυθέσθαι τινὰ τῶν συμμάχων. ἔδοξε δʼ ὅμως ἐπικαλεῖσθαι τοὺς Ἰδουμαίους, καὶ γράψαντες ἐπιστολὴν σύντομον, ὡς Ἄνανος μὲν προδιδοίη Ῥωμαίοις τὴν μητρόπολιν ἐξαπατήσας τὸν δῆμον, αὐτοὶ δʼ ὑπὲρ τῆς ἐλευθερίας ἀποστάντες ἐν τῷ ἱερῷ φρουροῖντο, ὀλίγος δʼ ἔτι χρόνος αὐτοῖς βραβεύοι τὴν σωτηρίαν, εἰ δὲ μὴ βοηθήσουσιν ἐκεῖνοι κατὰ τάχος, αὐτοὶ μὲν ὑπʼ Ἀνάνῳ τε καὶ τοῖς ἐχθροῖς, ἡ πόλις δʼ ὑπὸ Ῥωμαίους φθάσει γενομένη. τὰ δὲ πολλὰ τοῖς ἀγγέλοις ἐνετέλλοντο πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων διαλέγεσθαι. προεβλήθησαν δὲ ἐπὶ τὴν ἀγγελίαν δύο τῶν δραστηρίων ἀνδρῶν εἰπεῖν τε ἱκανοὶ καὶ πεῖσαι περὶ πραγμάτων, τὸ δὲ τούτων χρησιμώτερον, ὠκύτητι ποδῶν διαφέροντες· τοὺς μὲν γὰρ Ἰδουμαίους αὐτόθεν ᾔδεισαν πεισθησομένους, ἅτε θορυβῶδες καὶ ἄτακτον ἔθνος αἰεί τε μετέωρον πρὸς τὰ κινήματα καὶ μεταβολαῖς χαῖρον, πρὸς ὀλίγην τε κολακείαν τῶν δεομένων τὰ ὅπλα κινοῦν καὶ καθάπερ εἰς ἑορτὴν εἰς τὰς παρατάξεις ἐπειγόμενον. ἔδει δὲ τάχους εἰς τὴν ἀγγελίαν· εἰς ὃ μηδὲν ἐλλείποντες προθυμίας οἱ πεμφθέντες, ἐκαλεῖτο δʼ αὐτῶν Ἀνανίας ἑκάτερος, καὶ δὴ πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων παρῆσαν. Οἱ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τὰ ῥηθέντα παρὰ τῶν ἀφιγμένων ἐκπλαγέντες, ὥσπερ ἐμμανεῖς περιέθεόν τε τὸ ἔθνος καὶ διεκήρυσσον τὴν στρατείαν. ἤθροιστο δʼ ἡ πληθὺς τάχιον τοῦ παραγγέλματος, καὶ πάντες ὡς ἐπʼ ἐλευθερίᾳ τῆς μητροπόλεως ἥρπαζον τὰ ὅπλα. συνταχθέντες δὲ εἰς δύο μυριάδας παραγίνονται πρὸς τὰ Ἱεροσόλυμα, χρώμενοι τέσσαρσιν ἡγεμόσιν Ἰωάννῃ τε καὶ Ἰακώβῳ παιδὶ Σωσᾶ, πρὸς δὲ τούτοις ἦν Σίμων υἱὸς Θακήου καὶ Φινέας Κλουσώθ.