Ancient Greek · ~8 min
236 to 245
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 236-2-245
Not analysed yet
Τὸν δὲ Ἄνανον ἡ μὲν ἔξοδος τῶν ἀγγέλων ὥσπερ καὶ τοὺς φρουροὺς ἔλαθεν, ἡ δʼ ἔφοδος τῶν Ἰδουμαίων οὐκέτι· προγνοὺς γὰρ ἀπέκλειέ τε τὰς πύλας αὐτοῖς καὶ διὰ φυλακῆς εἶχε τὰ τείχη. καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν, ἀλλὰ λόγοις πείθειν πρὸ τῶν ὅπλων. στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον ὁ μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς, πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως, ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα· παρεῖναι γοῦν ὑμᾶς ἀνθρώποις ἐξωλεστάτοις μετὰ τοσαύτης προθυμίας ἐπαμυνοῦντας καθʼ ἡμῶν, μεθʼ ὅσης εἰκὸς ἦν ἐλθεῖν οὐδὲ τῆς μητροπόλεως καλούσης ἐπὶ βαρβάρους. καὶ εἰ μὲν ἑώρων τὴν σύνταξιν ὑμῶν ἐξ ὁμοίων τοῖς καλέσασιν ἀνδρῶν, οὐκ ἂν ἄλογον τὴν ὁρμὴν ὑπελάμβανον· οὐδὲν γὰρ οὕτως συνίστησι τὰς εὐνοίας ὡς τρόπων συγγένεια· νῦν δʼ, εἰ μέν τις αὐτοὺς ἐξετάζοι καθʼ ἕνα, μυρίων ἕκαστος εὑρεθήσεται θανάτων ἄξιος. τὰ γὰρ θύματα καὶ καθάρματα τῆς πόλεως ὅλης, κατασωτευσάμενα τὰς ἰδίας οὐσίας καὶ προγυμνάσαντα τὴν ἀπόνοιαν ἐν ταῖς πέριξ κώμαις τε καὶ πόλεσι, τελευταῖα λεληθότως παρεισέρρευσαν εἰς τὴν ἱερὰν πόλιν, λῃσταὶ διʼ ὑπερβολὴν ἀσεβημάτων μιαίνοντες καὶ τὸ ἀβέβηλον ἔδαφος, οὓς ὁρᾶν ἔστι νῦν ἀδεεῖς ἐμμεθυσκομένους τοῖς ἁγίοις καὶ τὰ σκῦλα τῶν πεφονευμένων καταναλίσκοντας εἰς τὰς ἀπλήστους γαστέρας. τὸ δʼ ὑμέτερον πλῆθος καὶ τὸν κόσμον τῶν ὅπλων ὁρᾶν ἔστιν οἷος ἔπρεπεν καλούσης μὲν τῆς μητροπόλεως κοινῷ βουλευτηρίῳ, συμμάχους δὲ κατʼ ἀλλοφύλων. τί ἂν οὖν εἴποι τοῦτό τις ἢ τύχης ἐπήρειαν, ὅταν λογάσι πονηροῖς αὔτανδρον ἔθνος ὁρᾷ συνασπίζον [αὐτοῖς]; μέχρι πολλοῦ μὲν ἀπορῶ, τί δή ποτε καὶ τὸ κινῆσαν ὑμᾶς οὕτω ταχέως ἐγένετο· μὴ γὰρ ἂν δίχα μεγάλης αἰτίας ἀναλαβεῖν τὰς πανοπλίας ὑπὲρ λῃστῶν καὶ κατὰ δήμου συγγενοῦς· ἐπεὶ δὲ ἠκούσαμεν Ῥωμαίους καὶ προδοσίαν, ταῦτα γὰρ ὑμῶν ἐθορύβουν τινὲς ἀρτίως, καὶ τῆς μητροπόλεως ἐπʼ ἐλευθερώσει παρεῖναι, πλέον τῶν ἄλλων τολμημάτων ἐθαυμάσαμεν τοὺς ἀλιτηρίους τῆς περὶ τοῦτο ψευδοῦς ἐπινοίας·