Ancient Greek · ~7 min
326 to 336
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 326-336
Not analysed yet
αὕτη τότε μέση τῶν τυράννων ἦν καὶ τοῦ Καίσαρος. τὸ δὲ πλῆθος ἑκατέροις βύζην ἐφεστήκει, Ἰουδαῖοι μὲν περὶ Σίμωνα καὶ Ἰωάννην μετέωροι συγγνώμης ἐλπίδι, Ῥωμαῖοι δὲ Καίσαρι καραδοκοῦντες αὐτῶν τὴν ἀξίωσιν. παραγγείλας δὲ τοῖς στρατιώταις Τίτος θυμοῦ τε καὶ βελῶν μένειν ἐγκρατεῖς, καὶ τὸν ἑρμηνέα παραστησάμενος, ὅπερ ἦν τεκμήριον τοῦ κρατεῖν, πρῶτος ἤρξατο λέγειν· ἆρά γε ἤδη κεκόρεσθε τῶν τῆς πατρίδος κακῶν, ὦ ἄνδρες, οἱ μήτε τῆς ἡμετέρας δυνάμεως μήτε τῆς ἑαυτῶν ἀσθενείας ἔννοιαν λαβόντες, ὁρμῇ δὲ ἀσκέπτῳ καὶ μανίᾳ τόν τε δῆμον καὶ τὴν πόλιν καὶ τὸν ναὸν ἀπολωλεκότες, ἀπολούμενοι δὲ καὶ αὐτοὶ δικαίως, οἳ πρῶτον μὲν ἀφʼ οὗ Πομπήιος εἷλεν ὑμᾶς κατὰ κράτος οὐκ ἐπαύσασθε νεωτεροποιίας, ἔπειτα καὶ φανερὸν ἐξηνέγκατε πρὸς Ῥωμαίους πόλεμον; ἆρά γε πλήθει πεποιθότες; καὶ μὴν ἐλάχιστον ὑμῖν μέρος ἀντήρκεσεν τοῦ Ῥωμαίων στρατιωτικοῦ. πίστει τοιγαροῦν συμμάχων; καὶ τί τῶν ἔξω τῆς ἡμετέρας ἡγεμονίας ἐθνῶν ἔμελλεν αἱρήσεσθαι Ἰουδαίους πρὸ Ῥωμαίων; ἀλλʼ ἀλκῇ σωμάτων; καὶ μὴν ἴστε Γερμανοὺς δουλεύοντας ἡμῖν. ὀχυρότητι δὲ τειχῶν; καὶ τί μεῖζον ὠκεανοῦ τεῖχος κώλυμα, ὃν περιβεβλημένοι Βρεττανοὶ τὰ Ῥωμαίων ὅπλα προσκυνοῦσιν; καρτερίᾳ ψυχῆς καὶ πανουργίᾳ στρατηγῶν; ἀλλὰ μὴν ᾔδειτε καὶ Καρχηδονίους ἁλόντας. τοιγαροῦν ὑμᾶς ἐπήγειρε κατὰ Ῥωμαίων ἡ Ῥωμαίων φιλανθρωπία, οἳ πρῶτον μὲν ὑμῖν τήν τε χώραν ἔδομεν νέμεσθαι καὶ βασιλεῖς ὁμοφύλους ἐπεστήσαμεν, ἔπειτα τοὺς πατρίους νόμους ἐτηρήσαμεν, καὶ ζῆν οὐ μόνον καθʼ ἑαυτοὺς ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους ἐπετρέψαμεν ὡς ἐβούλεσθε· τὸ δὲ μέγιστον, δασμολογεῖν τε ὑμῖν ἐπὶ τῷ θεῷ καὶ ἀναθήματα συλλέγειν ἐπετρέψαμεν, καὶ τοὺς ταῦτα φέροντας οὔτε ἐνουθετήσαμεν οὔτε ἐκωλύσαμεν, ἵνʼ ἡμῖν γένησθε πλουσιώτεροι καὶ παρασκευάσησθε τοῖς ἡμετέροις χρήμασιν καθʼ ἡμῶν. ἔπειτα τηλικούτων ἀγαθῶν ἀπολαύοντες ἐπὶ τοὺς παρασχόντας ἠνέγκατε τὸν κόρον καὶ δίκην τῶν ἀτιθασεύτων ἑρπετῶν τοῖς σαίνουσι τὸν ἰὸν ἐναφήκατε.