Ancient Greek
337 to 346
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 337-346
Not analysed yet
ἔστω γοῦν, κατεφρονήσατε τῆς Νέρωνος ῥᾳθυμίας, καὶ καθάπερ ῥήγματα ἢ σπάσματα τὸν ἄλλον χρόνον κακοήθως ἠρεμοῦντες ἐν τῇ μείζονι νόσῳ διεφάνητε καὶ πρὸς ἐλπίδας ἀναιδεῖς ἀμέτρους ἐξετείνατε τὰς ἐπιθυμίας. ἧκεν ὁ πατὴρ οὑμὸς εἰς τὴν χώραν, οὐ τιμωρησόμενος ὑμᾶς τῶν κατὰ Κέστιον, ἀλλὰ νουθετήσων· δέον γοῦν, εἴπερ ἐπʼ ἀναστάσει τοῦ ἔθνους παρῆν, ἐπὶ τὴν ῥίζαν ὑμῶν δραμεῖν καὶ ταύτην ἐκπορθεῖν τὴν πόλιν εὐθέως, ὁ δὲ Γαλιλαίαν ἐδῄου καὶ τὰ πέριξ ἐπιδιδοὺς ὑμῖν χρόνον εἰς μεταμέλειαν. ἀλλʼ ὑμῖν ἀσθένεια τὸ φιλάνθρωπον ἐδόκει κἀκ τῆς ἡμετέρας πρᾳότητος τὴν τόλμαν ἐπεθρέψατε. Νέρωνος οἰχομένου τοῦθʼ ὅπερ ἐχρῆν τοὺς πονηροτάτους ἐποιήσατε, ταῖς ἐμφυλίοις ἡμῶν ταραχαῖς ἐπεθαρρήσατε καὶ χωρισθέντων εἰς τὴν Αἴγυπτον ἐμοῦ τε καὶ τοῦ πατρὸς εἰς παρασκευὰς τοῦ πολέμου κατεχρήσασθε τοῖς καιροῖς, καὶ οὐκ ᾐδέσθητε ταράσσειν αὐτοκράτορας γεγενημένους οὓς καὶ στρατηγοὺς φιλανθρώπους ἐπειράσατε. προσφυγούσης γοῦν ἡμῖν τῆς ἡγεμονίας, καὶ τῶν μὲν κατὰ ταύτην ἠρεμούντων πάντων, πρεσβευομένων δὲ καὶ συνηδομένων τῶν ἔξωθεν ἐθνῶν, πάλιν οἱ Ἰουδαῖοι πολέμιοι, καὶ πρεσβεῖαι μὲν ὑμῶν πρὸς τοὺς ὑπὲρ Εὐφράτην ἐπὶ νεωτερισμῷ, περίβολοι δὲ τειχῶν ἀνοικοδομούμενοι καινοί, στάσεις δὲ καὶ τυράννων φιλονεικίαι καὶ πόλεμος ἐμφύλιος, μόνα τοῖς οὕτω πονηροῖς πρέποντα. ἧκον ἐπὶ τὴν πόλιν ἐγὼ παρὰ τοῦ πατρὸς ἄκοντος λαβὼν σκυθρωπὰ παραγγέλματα. τὸν δῆμον ἀκούσας εἰρηνικὰ φρονεῖν ἥσθην. ὑμᾶς παύσασθαι πρὸ πολέμου παρεκάλουν, μέχρι πολλοῦ πολεμούντων ἐφειδόμην, δεξιὰς αὐτομόλοις ἔδωκα, καταφυγοῦσι πίστεις ἐτήρησα, πολλοὺς αἰχμαλώτους ἠλέησα, τοὺς ἐπείγοντας βασανίσας ἐκόλασα; τείχεσιν ὑμετέροις μηχανὰς ἄκων προσήγαγον, ἀεὶ φονῶντας τοὺς στρατιώτας ἐφʼ ὑμῖν κατέσχον, καθʼ ἑκάστην νίκην ὡς ἡττώμενος ὑμᾶς εἰς εἰρήνην προυκαλεσάμην. τοῦ ἱεροῦ πλησίον γενόμενος πάλιν ἑκὼν ἐξελαθόμην τῶν τοῦ πολέμου νόμων, φείσασθαι δὲ παρεκάλουν τῶν ἰδίων ὑμᾶς ἁγίων καὶ σῶσαι τὸν ναὸν ἑαυτοῖς, διδοὺς ἄδειάν τε ἐξόδου καὶ πίστιν σωτηρίας, εἰ δʼ ἐβούλεσθε, καὶ μάχης καιρὸν ἐν ἄλλῳ τόπῳ·