Ancient Greek
334 to 343
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 334-343
Not analysed yet
Οἱ δὲ ἤδη διαμεμισηκότες τὸ φονεύειν ἀνέδην εἰρωνεύοντο δικαστήρια καὶ κρίσεις. καὶ δή τινα τῶν ἐπιφανεστάτων ἀποκτείνειν προθέμενοι Ζαχαρίαν υἱὸν Βάρεις· παρώξυνε δὲ αὐτοὺς τὸ λίαν τἀνδρὸς μισοπόνηρον καὶ φιλελεύθερον, ἦν δὲ καὶ πλούσιος, ὥστε μὴ μόνον ἐλπίζειν τὴν ἁρπαγὴν τῆς οὐσίας, ἀλλὰ καὶ προσαποσκευάσεσθαι δυνατὸν ἄνθρωπον εἰς τὴν αὐτῶν κατάλυσιν· συγκαλοῦσι μὲν ἐξ ἐπιτάγματος ἑβδομήκοντα τῶν ἐν τέλει δημοτῶν εἰς τὸ ἱερόν, περιθέντες δʼ αὐτοῖς ὥσπερ ἐπὶ σκηνῆς σχῆμα δικαστῶν ἔρημον ἐξουσίας τοῦ Ζαχαρίου κατηγόρουν, ὡς ἐνδιδοίη τὰ πράγματα Ῥωμαίοις καὶ περὶ προδοσίας διαπέμψαιτο πρὸς Οὐεσπασιανόν. ἦν δὲ οὔτʼ ἔλεγχός τις τῶν κατηγορουμένων οὔτε τεκμήριον, ἀλλʼ αὐτοὶ πεπεῖσθαι καλῶς ἔφασαν καὶ τοῦτʼ εἶναι πίστιν τῆς ἀληθείας ἠξίουν. ὅ γε μὴν Ζαχαρίας συνιδὼν μηδεμίαν αὐτῷ καταλειπομένην σωτηρίας ἐλπίδα, κεκλῆσθαι γὰρ κατʼ ἐνέδραν εἰς εἱρκτήν, οὐκ ἐπὶ δικαστήριον, ἐποιήσατο τὴν τοῦ ζῆν ἀπόγνωσιν οὐκ ἀπαρρησίαστον, ἀλλὰ καταστὰς τὸ μὲν πιθανὸν τῶν κατηγορημένων διεχλεύασε καὶ διὰ βραχέων ἀπελύσατο τὰς ἐπιφερομένας αἰτίας. ἔπειτα δὲ τὸν λόγον εἰς τοὺς κατηγόρους ἀποστρέψας ἑξῆς πάσας αὐτῶν διεξῄει τὰς παρανομίας καὶ πολλὰ περὶ τῆς συγχύσεως κατωλοφύρατο τῶν πραγμάτων. οἱ ζηλωταὶ δʼ ἐθορύβουν καὶ μόλις τῶν ξιφῶν ἀπεκράτουν, τὸ σχῆμα καὶ τὴν εἰρωνείαν τοῦ δικαστηρίου μέχρι τέλους παῖξαι προαιρούμενοι, καὶ ἄλλως πειράσαι θέλοντες τοὺς δικαστάς, εἰ παρὰ τὸν αὐτῶν κίνδυνον μνησθήσονται τοῦ δικαίου. φέρουσι δὲ οἱ ἑβδομήκοντα τῷ κρινομένῳ τὰς ψήφους ἅπαντες καὶ σὺν αὐτῷ προείλοντο τεθνάναι μᾶλλον ἢ τῆς ἀναιρέσεως αὐτοῦ λαβεῖν τὴν ἐπιγραφήν. ἤρθη δὲ βοὴ τῶν ζηλωτῶν πρὸς τὴν ἀπόλυσιν, καὶ πάντων μὲν ἦν ἀγανάκτησις ἐπὶ τοῖς δικασταῖς ὡς μὴ συνιεῖσι τὴν εἰρωνείαν τῆς δοθείσης αὐτοῖς ἐξουσίας, δύο δὲ τολμηρότατοι προσπεσόντες ἐν μέσῳ τῷ ἱερῷ διαφθείρουσι τὸν Ζαχαρίαν καὶ πεσόντι ἐπιχλευάσαντες ἔφασαν καὶ παρʼ ἡμῶν τὴν ψῆφον ἔχεις καὶ βεβαιοτέραν ἀπόλυσιν ῥίπτουσί τε αὐτὸν [εὐθέως] ἀπὸ τοῦ ἱεροῦ κατὰ τῆς ὑποκειμένης φάραγγος.