Ancient Greek · ~7 min
344 to 354
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 344-354
Not analysed yet
τοὺς δὲ δικαστὰς πρὸς ὕβριν ἀπεστραμμένοις τοῖς ξίφεσι τύπτοντες ἐξέωσαν τοῦ περιβόλου, διʼ ἓν τοῦτο φεισάμενοι τῆς σφαγῆς αὐτῶν, ἵνα σκεδασθέντες ἀνὰ τὴν πόλιν ἄγγελοι πᾶσι τῆς δουλείας γένωνται. Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα. συναγαγὼν δὲ αὐτούς τις ἀπὸ τῶν ζηλωτῶν κατʼ ἰδίαν ἐλθὼν ἐνεδείκνυτο τὰ συμπαρανομηθέντα τοῖς καλέσασι καὶ τὸ κατὰ τῆς μητροπόλεως διεξῄει· παρατάσσεσθαι μὲν γὰρ ὡς ὑπὸ τῶν ἀρχιερέων προδιδομένης Ῥωμαίοις τῆς μητροπόλεως, εὑρηκέναι δὲ προδοσίας μὲν τεκμήριον οὐδέν, τοὺς δʼ ἐκείνην ὑποκρινομένους φυλάττεσθαι καὶ πολέμου καὶ τυραννίδος ἔργα τολμῶντας. προσήκειν μὲν οὖν αὐτοῖς διακωλύειν ἀπʼ ἀρχῆς· ἐπειδὴ δὲ ἅπαξ εἰς κοινωνίαν ἐμφυλίου φόνου προέπεσον, ὅρον γοῦν ἐπιθεῖναι τοῖς ἁμαρτήμασι καὶ μὴ παραμένειν χορηγοῦντας ἰσχὺν τοῖς καταλύουσι τὰ πάτρια. καὶ γὰρ εἴ τινες χαλεπαίνουσι τὸ κλεισθῆναι τὰς πύλας καὶ μὴ δοθῆναι μετὰ τῶν ὅπλων αὐτοῖς ἑτοίμην τὴν εἴσοδον, ἀλλὰ τοὺς εἴρξαντας τετιμωρῆσθαι· καὶ τεθνάναι μὲν Ἄνανον, διεφθάρθαι δὲ ἐπὶ μιᾶς νυκτὸς ὀλίγου δεῖν πάντα τὸν δῆμον· ἐφʼ οἷς τῶν μὲν οἰκείων πολλοὺς αἰσθάνεσθαι μετανοοῦντας, τῶν ἐπικαλεσαμένων δὲ ὁρᾶν ἄμετρον τὴν ὠμότητα μηδὲ διʼ οὓς ἐσώθησαν αἰδουμένων· ἐν ὄμμασι γοῦν τῶν συμμάχων τὰ αἴσχιστα τολμᾶν, καὶ τὰς ἐκείνων παρανομίας Ἰδουμαίοις προσάπτεσθαι, μέχρις ἂν μήτε κωλύῃ τις μήτε χωρίζηται τῶν δρωμένων. δεῖν οὖν, ἐπειδὴ διαβολὴ μὲν πέφηνε τὰ τῆς προδοσίας, ἔφοδος δὲ Ῥωμαίων οὐδεμία προσδοκᾶται, δυναστεία δʼ ἐπιτετείχισται τῇ πόλει δυσκατάλυτος, αὐτοὺς ἀναχωρεῖν ἐπʼ οἴκου καὶ τῷ μὴ κοινωνεῖν τοῖς φαύλοις ἁπάντων ἀπολογήσασθαι πέρι, ὧν φενακισθέντες μετάσχοιεν. Τούτοις πεισθέντες οἱ Ἰδουμαῖοι πρῶτον μὲν λύουσι τοὺς ἐν τοῖς δεσμωτηρίοις περὶ δισχιλίους δημότας, οἳ παραχρῆμα φυγόντες ἐκ τῆς πόλεως ἀφικνοῦνται πρὸς Σίμωνα, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν· ἔπειτα ἐκ τῶν Ἱεροσολύμων ἀνεχώρησαν ἐπʼ οἴκου. καὶ συνέβη τὸν χωρισμὸν αὐτῶν γενέσθαι παράδοξον ἀμφοτέροις· ὅ τε γὰρ δῆμος ἀγνοῶν τὴν μετάνοιαν ἀνεθάρσησε πρὸς ὀλίγον ὡς ἐχθρῶν κεκουφισμένος,