Ancient Greek · ~7 min
355 to 365
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 355-2-365
Not analysed yet
οἵ τε ζηλωταὶ μᾶλλον ἐπανέστησαν, οὐχ ὡς ὑπὸ συμμάχων καταλειφθέντες, ἀλλʼ ἀπηλλαγμένοι τῶν δυσωπούντων καὶ διατρεπόντων παρανομεῖν. οὐκέτι γοῦν μέλλησις ἢ σκέψις ἦν τῶν ἀδικημάτων, ἀλλʼ ὀξυτάταις μὲν ἐχρῶντο ταῖς ἐπινοίαις εἰς ἕκαστα, τὰ δοχθέντα δὲ τάχιον καὶ τῆς ἐπινοίας ἐνήργουν. μάλιστα δʼ ἐπʼ ἀνδρείαν τε καὶ εὐγένειαν ἐφόνων, τὴν μὲν φθόνῳ λυμαινόμενοι, τὸ δὲ γενναῖον δέει· μόνην γὰρ αὐτῶν ἀσφάλειαν ὑπελάμβανον τὸ μηδένα τῶν δυνατῶν καταλιπεῖν. ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων· ἀπώλεσε δὲ αὐτὸν ἡ παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν. οὐδʼ ὁ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος· ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως. ἐπεὶ δὲ ἔξω τῶν πυλῶν ἦκτο, τὴν σωτηρίαν ἀπογνοὺς περὶ ταφῆς ἱκέτευεν· οἱ δὲ προαπειλήσαντες ἧς ἐπεθύμει μάλιστα γῆς μὴ μεταδώσειν αὐτῷ, τὸν φόνον ἐνήργουν. ἀναιρούμενος δὲ ὁ Νίγερ τιμωροὺς Ῥωμαίους αὐτοῖς ἐπηράσατο λιμόν τε καὶ λοιμὸν ἐπὶ τῷ πολέμῳ καὶ πρὸς ἅπασι τὰς ἀλλήλων χεῖρας· ἃ δὴ πάντα κατὰ τῶν ἀσεβῶν ἐκύρωσεν ὁ θεός, καὶ τὸ δικαιότατον, ὅτι γεύσασθαι τῆς ἀλλήλων ἀπονοίας ἔμελλον οὐκ εἰς μακρὰν στασιάσαντες. Νίγερ μὲν οὖν ἀνῃρημένος τοὺς περὶ τῆς καταλύσεως αὐτῶν φόβους ἐπεκούφισε, τοῦ λαοῦ δὲ μέρος οὐδὲν ἦν, ᾧ μὴ πρὸς ἀπώλειαν ἐπενοεῖτο πρόφασις. τὸ μὲν γὰρ αὐτῶν διενεχθέν τινι πάλαι διέφθαρτο, τὸ δὲ μὴ προσκροῦσαν κατʼ εἰρήνην ἐπικαίρους ἐλάμβανε τὰς αἰτίας· καὶ ὁ μὲν μηδʼ ὅλως αὐτοῖς προσιὼν ὡς ὑπερήφανος, ὁ προσιὼν δὲ μετὰ παρρησίας ὡς καταφρονῶν, ὁ θεραπεύων δʼ ὡς ἐπίβουλος ὑπωπτεύετο. μία δὲ ἦν τῶν τε μεγίστων καὶ μετριωτάτων ἐγκλημάτων τιμωρία θάνατος· καὶ διέφυγεν οὐδείς, εἰ μὴ σφόδρα τις ἦν ταπεινὸς ἢ διʼ ἀγένειαν ἢ διὰ τύχην.