Ancient Greek · ~7 min
362 to 370
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 362-2-370
Not analysed yet
Οὗτος περιιὼν τὸ τεῖχος καὶ πειρώμενος ἔξω τε βέλους εἶναι καὶ ἐν ἐπηκόῳ, πολλὰ κατηντιβόλει φείσασθαι μὲν αὑτῶν καὶ τοῦ δήμου, φείσασθαι δὲ τῆς πατρίδος καὶ τοῦ ἱεροῦ μηδὲ γενέσθαι πρὸς ταῦτα τῶν ἀλλοφύλων ἀπαθεστέρους. Ῥωμαίους μέν γε τοὺς μὴ μετέχοντας ἐντρέπεσθαι τὰ τῶν πολεμίων ἅγια καὶ μέχρι νῦν τὰς χεῖρας ἐπέχειν, τοὺς δʼ ἐντραφέντας αὐτοῖς κἂν περισωθῇ μόνους ἕξοντας ὡρμῆσθαι πρὸς ἀπώλειαν αὐτῶν. ἦ μὴν τὰ καρτερώτερα μὲν αὐτῶν ὁρᾶν τείχη πεπτωκότα, λειπόμενον δὲ τὸ τῶν ἑαλωκότων ἀσθενέστερον· γινώσκειν δὲ τὴν Ῥωμαίων ἰσχὺν ἀνυπόστατον καὶ τὸ δουλεύειν τούτοις οὐκ ἀπείρατον αὐτοῖς. εἰ γὰρ δὴ καὶ πολεμεῖν ὑπὲρ ἐλευθερίας καλόν, χρῆναι τὸ πρῶτον· τὸ δʼ ἅπαξ ὑποπεσόντας καὶ μακροῖς εἴξαντας χρόνοις ἔπειτα ἀποσείεσθαι τὸν ζυγὸν δυσθανατούντων, οὐ φιλελευθέρων εἶναι. δεῖν μέντοι καὶ δεσπότας ἀδοξεῖν ταπεινοτέρους, οὐχ οἷς ὑποχείρια τὰ πάντα. τί γὰρ Ῥωμαίους διαπεφευγέναι, πλὴν εἰ μή τι διὰ θάλπος ἢ κρύος ἄχρηστον; μεταβῆναι γὰρ πρὸς αὐτοὺς πάντοθεν τὴν τύχην, καὶ κατὰ ἔθνος τὸν θεὸν ἐμπεριάγοντα τὴν ἀρχὴν νῦν ἐπὶ τῆς Ἰταλίας εἶναι. νόμον γε μὴν ὡρίσθαι καὶ παρὰ θηρσὶν ἰσχυρότατον καὶ παρὰ ἀνθρώποις, εἴκειν τοῖς δυνατωτέροις καὶ τὸ κρατεῖν παρʼ οἷς ἀκμὴ τῶν ὅπλων εἶναι. διὰ τοῦτο καὶ τοὺς προγόνους αὐτῶν καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἔτι δὲ καὶ ταῖς ἄλλαις ἀφορμαῖς ἀμείνους ὄντας εἶξαι Ῥωμαίοις, οὐκ ἂν εἰ μὴ τὸν θεὸν ᾔδεσαν σὺν αὐτοῖς τοῦθʼ ὑπομείναντας. αὐτοὺς δὲ τίνι καὶ πεποιθότας ἀντέχειν, ἑαλωκυίας μὲν ἐκ πλείστου τῆς πόλεως μέρους, τῶν δʼ ἔνδον, εἰ καὶ τὰ τείχη παρέμενεν, ἁλώσεως χεῖρον διακειμένων; οὐ γὰρ λανθάνειν Ῥωμαίους τὸν ἐν τῇ πόλει λιμόν, ᾧ νῦν μὲν τὸν δῆμον, μετʼ οὐ πολὺ δὲ διαφθαρήσεσθαι καὶ τοὺς μαχίμους.