Ancient Greek · ~7 min
371 to 379
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 371-379
Not analysed yet
εἰ γὰρ δὴ καὶ παύσαιντο Ῥωμαῖοι τῆς πολιορκίας μηδʼ ἐπιπίπτοιεν τῇ πόλει ξιφήρεις, αὐτοῖς γε τὸν ἄμαχον πόλεμον ἔνδον παρακαθῆσθαι καθʼ ἑκάστην ὥραν τρεφόμενον, εἰ μὴ καὶ πρὸς τὸν λιμὸν ἆραι τὰ ὅπλα καὶ μάχεσθαι δύνανται μόνοι τε καὶ παθῶν ἐπικρατεῖν. προσετίθει δὲ ὡς καλὸν πρὸ ἀνηκέστου συμφορᾶς μεταβαλέσθαι καὶ πρὸς τὸ σωτήριον ἕως ἔξεστι ῥέψαι· καὶ γὰρ οὐδὲ μνησικακήσειν αὐτοῖς Ῥωμαίους τῶν γεγενημένων, εἰ μὴ μέχρι τέλους ἀπαυθαδίσαιντο· φύσει τε γὰρ ἐν τῷ κρατεῖν ἡμέρους εἶναι καὶ πρὸ τῶν θυμῶν θήσεσθαι τὸ συμφέρον. τοῦτο δʼ εἶναι μήτε τὴν πόλιν ἀνδρῶν κενὴν μήτε τὴν χώραν ἔρημον ἔχειν. διὸ καὶ νῦν Καίσαρα βούλεσθαι δεξιὰν αὐτοῖς παρασχεῖν· οὐ γὰρ ἂν σῶσαί τινα βίᾳ λαβόντα τὴν πόλιν, καὶ μάλιστα μηδʼ ἐν ἐσχάταις συμφοραῖς ὑπακουσάντων παρακαλοῦντι. τοῦ γε μὴν ταχέως τὸ τρίτον τεῖχος ἁλώσεσθαι τὰ προεαλωκότα πίστιν εἶναι· κἂν ἄρρηκτον δὲ ᾖ τὸ ἔρυμα, τὸν λιμὸν ὑπὲρ Ῥωμαίων αὐτοῖς μαχεῖσθαι. Ταῦτα τὸν Ἰώσηπον παραινοῦντα πολλοὶ μὲν ἔσκωπτον ἀπὸ τοῦ τείχους, πολλοὶ δʼ ἐβλασφήμουν, ἔνιοι δʼ ἔβαλλον. ὁ δʼ ὡς ταῖς φανεραῖς οὐκ ἔπειθε συμβουλίαις, ἐπὶ τὰς ὁμοφύλους μετέβαινεν ἱστορίας ἆ δειλοί, βοῶν, καὶ τῶν ἰδίων ἀμνήμονες συμμάχων, ὅπλοις καὶ χερσὶ πολεμεῖτε Ῥωμαίοις; τίνα γὰρ ἄλλον οὕτως ἐνικήσαμεν; πότε δʼ οὐ θεὸς ὁ κτίσας ἂν ἀδικῶνται Ἰουδαίων ἔκδικος; οὐκ ἐπιστραφέντες ὄψεσθε πόθεν ὁρμώμενοι μάχεσθε καὶ πηλίκον ἐμιάνατε σύμμαχον; οὐκ ἀναμνήσεσθε πατέρων ἔργα δαιμόνια, καὶ τὸν ἅγιον τόνδε χῶρον ἡλίκους ἡμῖν πάλαι πολέμους καθεῖλεν; ἐγὼ μὲν φρίττω τὰ ἔργα τοῦ θεοῦ λέγων εἰς ἀναξίους ἀκοάς· ἀκούετε δʼ ὅμως, ἵνα γνῶτε μὴ μόνον Ῥωμαίοις πολεμοῦντες ἀλλὰ καὶ τῷ θεῷ. βασιλεὺς ὁ τότε Νεχαὼς Αἰγυπτίων, ὁ δʼ αὐτὸς ἐκαλεῖτο καὶ Φαραώ, μυρίᾳ χειρὶ καταβὰς ἥρπασε Σάρραν βασιλίδα, τὴν μητέρα τοῦ γένους ἡμῶν.