Ancient Greek · ~7 min
377 to 387
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 377-2-387
Not analysed yet
Ταῦτα Οὐεσπασιανῷ λέγοντι συνῄνουν οἱ ἡγεμόνες, καὶ παραχρῆμα τὸ στρατηγικὸν τῆς γνώμης ἀνεφαίνετο· πολλοὶ γοῦν καθʼ ἡμέραν ηὐτομόλουν τοὺς ζηλωτὰς διαδιδράσκοντες. χαλεπὴ δʼ ἦν ἡ φυγὴ φρουραῖς διειληφότων τὰς διεξόδους πάσας καὶ τὸν ὁπωσοῦν ἐν αὐταῖς ἁλισκόμενον ὡς πρὸς Ῥωμαίους ἀπιόντα διαχρωμένων. ὅ γε μὴν χρήματα δοὺς ἐξηφίετο καὶ μόνος ἦν ὁ μὴ διδοὺς προδότης, ὥστε κατελείπετο τῶν εὐπόρων τὴν φυγὴν ὠνουμένων μόνους ἐναποσφάττεσθαι τοὺς πένητας. νεκροὶ δὲ κατὰ τὰς λεωφόρους πάσας ἐσωρεύοντο παμπληθεῖς, καὶ πολλοὶ τῶν ὁρμωμένων αὐτομολεῖν πάλιν τὴν ἔνδον ἀπώλειαν ᾑροῦντο· τὸν γὰρ ἐπὶ τῆς πατρίδος θάνατον ἐλπὶς ταφῆς ἐποίει δοκεῖν μετριώτερον. οἱ δὲ εἰς τοσοῦτον ὠμότητος ἐξώκειλαν, ὡς μήτε τοῖς ἔνδον ἀναιρουμένοις μήτε τοῖς ἀνὰ τὰς ὁδοὺς μεταδοῦναι γῆς, ἀλλὰ καθάπερ συνθήκας πεποιημένοι τοῖς τῆς πατρίδος συγκαταλῦσαι καὶ τοὺς τῆς φύσεως νόμους ἅμα τε τοῖς εἰς ἀνθρώπους ἀδικήμασιν συμμιᾶναι καὶ τὸ θεῖον, ὑφʼ ἡλίῳ τοὺς νεκροὺς μυδῶντας ἀπέλειπον. τοῖς δὲ θάπτουσί τινα τῶν προσηκόντων ὃ καὶ τοῖς αὐτομολοῦσιν ἐπιτίμιον θάνατος ἦν, καὶ δεῖσθαι παραχρῆμα ταφῆς ἔδει τὸν ἑτέρῳ χαριζόμενον. καθόλου τε εἰπεῖν, οὐδὲν οὕτως ἀπολώλει χρηστὸν πάθος ἐν ταῖς τότε συμφοραῖς ὡς ἔλεος· ἃ γὰρ ἐχρῆν οἰκτείρειν, ταῦτα παρώξυνε τοὺς ἀλιτηρίους, καὶ ἀπὸ μὲν τῶν ζώντων ἐπὶ τοὺς ἀνῃρημένους, ἀπὸ δὲ τῶν νεκρῶν ἐπὶ τοὺς ζῶντας τὰς ὀργὰς μετέφερον· καὶ διʼ ὑπερβολὴν δέους ὁ περιὼν τοὺς προληφθέντας ὡς ἀναπαυσαμένους ἐμακάριζεν οἵ τε ἐν τοῖς δεσμωτηρίοις αἰκιζόμενοι κατὰ σύγκρισιν καὶ τοὺς ἀτάφους ἀπέφαινον εὐδαίμονας. κατεπατεῖτο μὲν οὖν πᾶς αὐτοῖς θεσμὸς ἀνθρώπων, ἐγελᾶτο δὲ τὰ θεῖα, καὶ τοὺς τῶν προφητῶν χρησμοὺς ὥσπερ ἀγυρτικὰς λογοποιίας ἐχλεύαζον. πολλὰ δʼ οὗτοι περὶ ἀρετῆς καὶ κακίας προεθέσπισαν, ἃ παραβάντες οἱ ζηλωταὶ καὶ τὴν κατὰ τῆς πατρίδος προφητείαν τέλους ἠξίωσαν.