Ancient Greek · ~7 min
388 to 399
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 388-399
Not analysed yet
ἦν γὰρ δή τις παλαιὸς λόγος ἀνδρῶν †ἔνθα τότε τὴν πόλιν ἁλώσεσθαι καὶ καταφλέξεσθαι τὸ ἁγιώτατον νόμῳ πολέμου, στάσις ἐὰν κατασκήψῃ καὶ χεῖρες οἰκεῖαι προμιάνωσι τὸ τοῦ θεοῦ τέμενος· οἷς οὐκ ἀπιστήσαντες οἱ ζηλωταὶ διακόνους αὑτοὺς ἐπέδοσαν. Ἤδη δὲ Ἰωάννῃ τυραννιῶντι τὸ πρὸς τοὺς ὁμοίους ἰσότιμον ἠδοξεῖτο, καὶ κατʼ ὀλίγους προσποιούμενος τῶν πονηροτέρων ἀφηνίαζε τοῦ συντάγματος. ἀεὶ δὲ τοῖς μὲν τῶν ἄλλων δόγμασιν ἀπειθῶν, τὰ δὲ αὑτοῦ προστάσσων δεσποτικώτερον, δῆλος ἦν μοναρχίας ἀντιποιούμενος. εἶκον δʼ αὐτῷ τινὲς μὲν δέει, τινὲς δὲ κατʼ εὔνοιαν, δεινὸς γὰρ ἦν ἀπάτῃ καὶ λόγῳ προσαγαγέσθαι, πολλοὶ δὲ πρὸς ἀσφαλείας ἡγούμενοι τῆς αὑτῶν τὰς αἰτίας ἤδη τῶν τολμωμένων ἐφʼ ἕνα καὶ μὴ πολλοὺς ἀναφέρεσθαι. τό γε μὴν δραστήριον αὐτοῦ κατά τε χεῖρα καὶ κατὰ γνώμην δορυφόρους εἶχεν οὐκ ὀλίγους. πολλὴ δὲ μοῖρα τῶν ἀντικαθισταμένων ἀπελείπετο, παρʼ οἷς ἴσχυε μὲν καὶ φθόνος δεινὸν ἡγουμένων ὑποτετάχθαι τὸ πρὶν ἰσοτίμῳ, τὸ πλέον δʼ εὐλάβεια τῆς μοναρχίας ἀπέτρεπεν· οὔτε γὰρ καταλύσειν ῥᾳδίως ἤλπιζον αὐτὸν ἅπαξ κρατήσαντα, καὶ καθʼ αὑτῶν πρόφασιν ἕξειν τὸ τὴν ἀρχὴν ἀντιπρᾶξαι· προῃρεῖτο δʼ οὖν πολεμῶν ἕκαστος ὁτιοῦν παθεῖν ἢ δουλεύσας ἑκουσίως ἐν ἀνδραπόδου μοίρᾳ παραπολέσθαι. διαιρεῖται μὲν οὖν ἡ στάσις ἐκ τούτων, καὶ τοῖς ἐναντιωθεῖσιν Ἰωάννης ἀντεβασίλευσεν. ἀλλὰ τὰ μὲν πρὸς ἀλλήλους αὐτοῖς διὰ φυλακῆς ἦν, καὶ οὐδὲν ἢ μικρὸν εἴ ποτε διηκροβολίζοντο τοῖς ὅπλοις, ἤριζον δὲ κατὰ τοῦ δήμου καὶ πότεροι πλείονα λείαν ἄξουσιν ἀντεφιλονείκουν. ἐπεὶ δὲ ἡ πόλις τρισὶ τοῖς μεγίστοις κακοῖς ἐχειμάζετο, πολέμῳ καὶ τυραννίδι καὶ στάσει, κατὰ σύγκρισιν μετριώτερον ἦν τοῖς δημοτικοῖς ὁ πόλεμος· ἀμέλει διαδιδράσκοντες ἐκ τῶν οἰκείων ἔφευγον πρὸς τοὺς ἀλλοφύλους καὶ παρὰ Ῥωμαίοις ἧς ἀπήλπισαν ἐν τοῖς ἰδίοις σωτηρίας ἠξιοῦντο. Τέταρτον δὲ ἄλλο κακὸν ἐκινεῖτο πρὸς τὴν τοῦ ἔθνους κατάλυσιν. φρούριον ἦν οὐ πόρρω Ἱεροσολύμων καρτερώτατον, ὑπὸ τῶν ἀρχαίων βασιλέων εἴς τε ὑπέκθεσιν κτήσεως ἐν πολέμου ῥοπαῖς καὶ σωμάτων ἀσφάλειαν κατεσκευασμένον, ὃ ἐκαλεῖτο Μασάδα.