Ancient Greek
400 to 411
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 400-411
Not analysed yet
τοῦτο κατειληφότες οἱ προσαγορευόμενοι σικάριοι τέως μὲν τὰς πλησίον χώρας κατέτρεχον οὐδὲν πλέον τῶν ἐπιτηδείων ποριζόμενοι· δέει γὰρ ἀνεστέλλοντο τῆς πλείονος ἁρπαγῆς· ὡς [δὲ] τὴν Ῥωμαίων στρατιὰν ἠρεμοῦσαν, στάσει δὲ καὶ τυραννίδι ἰδίᾳ τοὺς ἐν Ἱεροσολύμοις Ἰουδαίους ἐπύθοντο διῃρημένους, ἁδροτέρων ἥπτοντο τολμημάτων. καὶ κατὰ τὴν ἑορτὴν τῶν ἀζύμων, ἣν ἄγουσιν Ἰουδαῖοι σωτήρια ἐξ οὗ τῆς ὑπʼ Αἰγυπτίοις δουλείας ἀνεθέντες εἰς τὴν πάτριον γῆν κατῆλθον, νύκτωρ τοὺς ἐμποδὼν ὄντας διαλαθόντες πολίχνην τινὰ κατατρέχουσιν καλουμένην Ἐνγαδδί, ἐν ᾗ τὸ μὲν ἀμύνεσθαι δυνάμενον πρὶν ὅπλων ἅψασθαι καὶ συνελθεῖν φθάσαντες ἐσκέδασαν καὶ τῆς πόλεως ἐξέβαλον, τὸ δὲ φυγεῖν ἧττον ὄν, γύναιά τε καὶ παῖδας, ὑπὲρ ἑπτακοσίους ἀναιροῦσιν. ἔπειτα τούς τε οἴκους ἐξεσκευασμένοι καὶ τῶν καρπῶν τοὺς ἀκμαιοτάτους ἁρπάσαντες ἀνήνεγκαν εἰς τὴν Μασάδαν. καὶ οἱ μὲν ἐλῄζοντο πάσας τὰς περὶ τὸ φρούριον κώμας καὶ τὴν χώραν ἐπόρθουν ἅπασαν προσδιαφθειρομένων αὐτοῖς καθʼ ἡμέραν ἑκασταχόθεν οὐκ ὀλίγων· ἐκινεῖτο δὲ καὶ κατὰ τὰ ἄλλα τῆς Ἰουδαίας κλίματα τὸ τέως ἠρεμοῦν τὸ λῃστρικόν, καθάπερ δὲ ἐν σώματι τοῦ κυριωτάτου φλεγμαίνοντος πάντα τὰ μέλη συνενόσει· διὰ γοῦν τὴν ἐν τῇ μητροπόλει στάσιν καὶ ταραχὴν ἄδειαν ἔσχον οἱ κατὰ τὴν χώραν πονηροὶ τῶν ἁρπαγῶν καὶ τὰς οἰκείας ἕκαστος κώμας ἁρπάζοντες ἔπειτα εἰς τὴν ἐρημίαν ἀφίσταντο. συναθροιζόμενοί τε καὶ συνομνύμενοι κατὰ λόχους στρατιᾶς μὲν ὀλιγώτεροι πλείους δὲ λῃστηρίου προσέπιπτον ἱεροῖς καὶ πόλεσιν, καὶ κακοῦσθαι μὲν συνέβαινεν ἐφʼ οὓς ὁρμήσειαν ὡς ἐν πολέμῳ καταληφθέντας, φθάνεσθαι δὲ τὰς ἀμύνας ὡς λῃστῶν ἅμα ταῖς ἁρπαγαῖς ἀποδιδρασκόντων. οὐδὲν δὲ μέρος ἦν τῆς Ἰουδαίας, ὃ μὴ τῇ προανεχούσῃ πόλει συναπώλλυτο. Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῇ πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα· διὰ γὰρ τὴν πρὸς Ῥωμαίους εὔνοιαν ἀνῃρῆσθαί τε τοὺς πολλοὺς καὶ κινδυνεύειν τοὺς περιόντας.