Ancient Greek · ~7 min
437 to 446
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 437-2-446
Not analysed yet
τοῖς δʼ ἐπὶ τὴν Ῥωμαίων φρουρὰν νύκτωρ ἐξερπύσασιν ἐπὶ λαχάνων συλλογὴν ἀγρίων καὶ πόας ὑπαντῶντες, ὅτʼ ἤδη διαπεφευγέναι τοὺς πολεμίους ἐδόκουν, ἀφήρπαζον τὰ κομισθέντα, καὶ πολλάκις ἱκετευόντων καὶ τὸ φρικτὸν ἐπικαλουμένων ὄνομα τοῦ θεοῦ μεταδοῦναί τι μέρος αὐτοῖς ὧν κινδυνεύσαντες ἤνεγκαν, οὐδʼ ὁτιοῦν μετέδοσαν· ἀγαπητὸν δʼ ἦν τὸ μὴ καὶ προσαπολέσθαι σεσυλημένον. Οἱ μὲν δὴ ταπεινότεροι τοιαῦτα πρὸς τῶν δορυφόρων ἔπασχον, οἱ δʼ ἐν ἀξιώματι καὶ πλούτῳ πρὸς τοὺς τυράννους ἀνήγοντο. τούτων οἱ μὲν ἐπιβουλὰς ψευδεῖς ἐπικαλούμενοι διεφθείροντο, οἱ δὲ ὡς προδιδοῖεν Ῥωμαίοις τὴν πόλιν, τὸ δʼ ἑτοιμότατον ἦν μηνυτὴς ὑπόβλητος ὡς αὐτομολεῖν διεγνωκότων. ὁ δʼ ὑπὸ Σίμωνος γυμνωθεὶς πρὸς Ἰωάννην ἀνεπέμπετο, καὶ τὸν ὑπὸ Ἰωάννου σεσυλημένον ὁ Σίμων μετελάμβανεν· ἀντιπροέπινον δὲ ἀλλήλοις τὸ αἷμα τῶν δημοτῶν καὶ τὰ πτώματα τῶν ἀθλίων διεμερίζοντο. καὶ τοῦ μὲν κρατεῖν στάσις ἦν ἐν ἀμφοτέροις, τῶν δʼ ἀσεβημάτων ὁμόνοια· καὶ γὰρ ὁ μὴ μεταδοὺς ἐκ τῶν ἀλλοτρίων κακῶν θατέρῳ μονοτρόπως ἐδόκει πονηρός, καὶ ὁ μὴ μεταλαβὼν ὡς ἀγαθοῦ τινος ἤλγει τὸν νοσφισμὸν τῆς ὠμότητος. Καθʼ ἕκαστον μὲν οὖν ἐπεξιέναι τὴν παρανομίαν αὐτῶν ἀδύνατον, συνελόντα δὲ εἰπεῖν, μήτε πόλιν ἄλλην τοιαῦτα πεπονθέναι μήτε γενεὰν ἐξ αἰῶνος γεγονέναι κακίας γονιμωτέραν, οἵ γε τελευταῖον καὶ τὸ γένος ἐφαύλιζον τῶν Ἑβραίων, ὡς ἧττον ἀσεβεῖς δοκοῖεν πρὸς ἀλλοτρίους, ἐξωμολογήσαντο δʼ ὅπερ ἦσαν εἶναι δοῦλοι καὶ σύγκλυδες καὶ νόθα τοῦ ἔθνους φθάρματα. τὴν μέν γε πόλιν ἀνέτρεψαν αὐτοί, Ῥωμαίους δʼ ἄκοντας ἠνάγκασαν ἐπιγραφῆναι σκυθρωπῷ κατορθώματι καὶ μόνον οὐχ εἵλκυσαν ἐπὶ τὸν ναὸν βραδῦνον τὸ πῦρ. ἀμέλει καιόμενον ἐκ τῆς ἄνω πόλεως ἀφορῶντες οὔτʼ ἤλγησαν οὔτʼ ἐδάκρυσαν, ἀλλὰ ταῦτα τὰ πάθη παρὰ Ῥωμαίοις εὑρέθη. καὶ ταῦτα μὲν κατὰ χώραν ὕστερον μετʼ ἀποδείξεως τῶν πραγμάτων ἐροῦμεν. Τίτῳ δὲ τὰ μὲν χώματα προύκοπτεν καίτοι πολλὰ κακουμένων ἀπὸ τοῦ τείχους τῶν στρατιωτῶν, πέμψας δʼ αὐτὸς μοῖραν τῶν ἱππέων ἐκέλευσεν τοὺς κατὰ τὰς φάραγγας ἐπὶ συγκομιδῇ τροφῆς ἐξιόντας ἐνεδρεύειν.