Ancient Greek
447 to 456
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 447-456
Not analysed yet
ἦσαν δέ τινες καὶ τῶν μαχίμων οὐκέτι διαρκούμενοι ταῖς ἁρπαγαῖς, τὸ δὲ πλέον ἐκ τοῦ δήμου πένητες, οὓς αὐτομολεῖν ἀπέτρεπε τὸ περὶ τῶν οἰκείων δέος· οὔτε γὰρ λήσεσθαι τοὺς στασιαστὰς ἤλπιζον μετὰ γυναικῶν καὶ παιδίων διαδιδράσκοντες καὶ καταλιπεῖν τοῖς λῃσταῖς ταῦτα οὐχ ὑπέμενον ὑπὲρ αὐτῶν σφαγησόμενα· τολμηροὺς δὲ πρὸς τὰς ἐξόδους ὁ λιμὸς ἐποίει, καὶ κατελείπετο λανθάνοντας τοὺς πολεμίους ἁλίσκεσθαι. λαμβανόμενοι δὲ κατʼ ἀνάγκην ἠμύνοντο, καὶ μετὰ μάχην ἱκετεύειν ἄωρον ἐδόκει. μαστιγούμενοι δὴ καὶ προβασανιζόμενοι τοῦ θανάτου πᾶσαν αἰκίαν ἀνεσταυροῦντο τοῦ τείχους ἀντικρύ. Τίτῳ μὲν οὖν οἰκτρὸν τὸ πάθος κατεφαίνετο πεντακοσίων ἑκάστης ἡμέρας ἔστι δὲ ὅτε καὶ πλειόνων ἁλισκομένων, οὔτε δὲ τοὺς βίᾳ ληφθέντας ἀφεῖναι ἀσφαλὲς καὶ φυλάττειν τοσούτους φρουρὰν τῶν φυλαξόντων ἑώρα· τό γε μὴν πλέον οὐκ ἐκώλυεν τάχʼ ἂν ἐνδοῦναι πρὸς τὴν ὄψιν ἐλπίσας αὐτούς, εἰ μὴ παραδοῖεν, ὅμοια πεισομένους. προσήλουν δὲ οἱ στρατιῶται διʼ ὀργὴν καὶ μῖσος τοὺς ἁλόντας ἄλλον ἄλλῳ σχήματι πρὸς χλεύην, καὶ διὰ τὸ πλῆθος χώρα τε ἐνέλειπε τοῖς σταυροῖς καὶ σταυροὶ τοῖς σώμασιν. Οἱ στασιασταὶ δὲ τοσοῦτον ἀπεδέησαν τοῦ μεταβαλέσθαι πρὸς τὸ πάθος, ὥστε καὶ τοὐναντίον αὐτοὶ σοφίσασθαι πρὸς τὸ λοιπὸν πλῆθος. σύροντες γὰρ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πίστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύγοντες ἐπεδείκνυσαν καὶ τοὺς κεκρατημένους ἱκέτας ἔλεγον, οὐκ αἰχμαλώτους. τοῦτο πολλοὺς τῶν αὐτομολεῖν ὡρμημένων μέχρι τἀληθὲς ἐγνώσθη κατέσχεν· εἰσὶ δʼ οἳ καὶ παραχρῆμα διέδρασαν ὡς ἐπὶ βέβαιον τιμωρίαν, ἀνάπαυσιν ἡγούμενοι τὸν ἐκ τῶν πολεμίων θάνατον ἐν λιμοῦ συγκρίσει. πολλοὺς δὲ καὶ χειροκοπῆσαι κελεύσας Τίτος τῶν ἑαλωκότων, ὡς μὴ δοκοῖεν αὐτόμολοι καὶ πιστεύοιντο διὰ τὴν συμφοράν, εἰσέπεμψε πρὸς τὸν Σίμωνα καὶ τὸν Ἰωάννην, νῦν γε ἤδη παύσασθαι παραινῶν καὶ μὴ πρὸς ἀναίρεσιν τῆς πόλεως αὐτὸν βιάζεσθαι, κερδῆσαι δʼ ἐκ τῆς ἐν ὑστάτοις μεταμελείας τάς τε αὐτῶν ψυχὰς καὶ τηλικαύτην πατρίδα καὶ ναὸν ἀκοινώνητον ἄλλοις.