Ancient Greek · ~7 min
444 to 455
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 444-2-455
Not analysed yet
καταστρεψάμενος δὲ τὰ περὶ τὴν Θαμνὰ τοπαρχίαν ἐπὶ Λύδδων καὶ Ἰαμνείας ἐχώρει καὶ προκεχειρωμέναις ἑκατέραις ἐγκαταστήσας οἰκήτορας τῶν προσκεχωρηκότων ἱκανοὺς εἰς Ἀμμαοῦντα ἀφικνεῖται. καταλαβόμενος δὲ τὰς ἐπὶ τὴν μητρόπολιν αὐτῶν εἰσβολὰς στρατόπεδόν τε τειχίζει καὶ τὸ πέμπτον ἐν αὐτῇ τάγμα καταλιπὼν πρόεισι μετὰ τῆς ἄλλης δυνάμεως ἐπὶ τὴν Βεθλεπτηνφῶν τοπαρχίαν. πυρὶ δὲ αὐτήν τε καὶ τὴν γειτνιῶσαν ἀνελὼν καὶ τὰ πέριξ τῆς Ἰδουμαίας φρούρια τοῖς ἐπικαίροις τόποις ἐπετείχισε· καταλαβόμενος δὲ δύο κώμας τὰς μεσαιτάτας τῆς Ἰδουμαίας, Βήταβριν καὶ Καφάρτοβαν, κτείνει μὲν ὑπὲρ μυρίους, αἰχμαλωτίζεται δὲ ὑπὲρ χιλίους, καὶ τὸ λοιπὸν πλῆθος ἐξελάσας ἐγκαθίστησιν τῆς οἰκείας δυνάμεως οὐκ ὀλίγην, οἳ κατατρέχοντες ἐπόρθουν ἅπασαν τὴν ὀρεινήν. αὐτὸς δὲ μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Ἀμμαοῦν, ὅθεν διὰ τῆς Σαμαρείτιδος καὶ παρὰ τὴν Νέαν πόλιν καλουμένην, Μαβαρθὰ δʼ ὑπὸ τῶν ἐπιχωρίων, καταβὰς εἰς Κορέαν δευτέρᾳ Δαισίου μηνὸς στρατοπεδεύεται. τῇ δʼ ἑξῆς εἰς Ἱεριχοῦντα ἀφικνεῖται, καθʼ ἣν αὐτῷ συμμίσγει Τραϊανὸς εἷς τῶν ἡγεμόνων τὴν ἐκ τῆς Περαίας ἄγων δύναμιν ἤδη τῶν ὑπὲρ τὸν Ἰορδάνην κεχειρωμένων. Τὸ μὲν οὖν πολὺ πλῆθος ἐκ τῆς Ἱεριχοῦς φθάσαν τὴν ἔφοδον αὐτῶν εἰς τὴν ἄντικρυς Ἱεροσολύμων ὀρεινὴν διαπεφεύγει, καταλειφθὲν δὲ οὐκ ὀλίγον διαφθείρεται. τὴν δὲ πόλιν ἔρημον κατειλήφεσαν, ἥτις ἵδρυται μὲν ἐν πεδίῳ, ψιλὸν δὲ ὑπέρκειται αὐτῇ καὶ ἄκαρπον ὄρος μήκιστον· κατὰ γὰρ τὸ βόρειον κλίμα μέχρι τῆς Σκυθοπολιτῶν γῆς ἐκτείνεται, κατὰ δὲ τὸ μεσημβρινὸν μέχρι τῆς Σοδομιτῶν χώρας καὶ τῶν περάτων τῆς Ἀσφαλτίτιδος. ἔστιν δὲ ἀνώμαλόν τε πᾶν καὶ ἀοίκητον διὰ τὴν ἀγονίαν. ἀντίκειται δὲ τούτῳ τὸ περὶ τὸν Ἰορδάνην ὄρος ἀρχόμενον ἀπὸ Ἰουλιάδος καὶ τῶν βορείων κλιμάτων, παρατεῖνον δὲ εἰς μεσημβρίαν ἕως Σομόρων, ἥπερ ὁρίζει τὴν Πέτραν τῆς Ἀραβίας. ἐν τούτῳ δʼ ἐστὶ καὶ τὸ Σιδηροῦν καλούμενον ὄρος μηκυνόμενον μέχρι τῆς Μωαβίτιδος. ἡ μέση δὲ τῶν δύο ὀρέων χώρα τὸ μέγα πεδίον καλεῖται, ἀπὸ κώμης Γινναβρὶν διῆκον μέχρι τῆς Ἀσφαλτίτιδος.