Ancient Greek · ~7 min
456 to 465
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 456-465
Not analysed yet
ἔστι δὲ αὐτοῦ μῆκος μὲν σταδίων χιλίων διακοσίων, εὖρος δʼ εἴκοσι καὶ ἑκατόν, καὶ μέσον ὑπὸ τοῦ Ἰορδάνου τέμνεται λίμνας τε ἔχει τήν τε Ἀσφαλτῖτιν καὶ τὴν Τιβεριέων φύσιν ἐναντίας· ἡ μὲν γὰρ ἁλμυρώδης καὶ ἄγονος, ἡ Τιβεριέων δὲ γλυκεῖα καὶ γόνιμος. ἐκπυροῦται δὲ ὥρᾳ θέρους τὸ πεδίον καὶ διʼ ὑπερβολὴν αὐχμοῦ περιέχει νοσώδη τὸν ἀέρα· πᾶν γὰρ ἄνυδρον πλὴν τοῦ Ἰορδάνου, παρὸ καὶ τοὺς μὲν ἐπὶ ταῖς ὄχθαις φοινικῶνας εὐθαλεστέρους καὶ πολυφορωτέρους εἶναι συμβέβηκεν, ἧττον δὲ τοὺς πόρρω κεχωρισμένους. Παρὰ μέντοι τὴν Ἱεριχοῦν ἐστι πηγὴ δαψιλής τε καὶ πρὸς ἀρδείας λιπαρωτάτη παρὰ τὴν παλαιὰν ἀναβλύζουσα πόλιν, ἣν Ἰησοῦς ὁ Ναυῆ παῖς στρατηγὸς Ἑβραίων πρώτην εἷλε γῆς Χαναναίων δορίκτητον. ταύτην τὴν πηγὴν λόγος ἔχει κατʼ ἀρχὰς οὐ μόνον γῆς καὶ δένδρων καρποὺς ἀπαμβλύνειν, ἀλλὰ καὶ γυναικῶν γονάς, καθόλου τε πᾶσιν εἶναι νοσώδη τε καὶ φθαρτικήν, ἐξημερωθῆναι δὲ καὶ γενέσθαι τοὐναντίον ὑγιεινοτάτην τε καὶ γονιμωτάτην ὑπὸ Ἐλισσαίου τοῦ προφήτου· γνώριμος δʼ ἦν οὗτος Ἠλία καὶ διάδοχος· ὃς ἐπιξενωθεὶς τοῖς κατὰ τὴν Ἱεριχοῦν, περισσὸν δή τι φιλοφρονησαμένων αὐτὸν τῶν ἀνθρώπων αὐτούς τε ἀμείβεται καὶ τὴν χώραν αἰωνίῳ χάριτι. προελθὼν γὰρ ἐπὶ τὴν πηγὴν καὶ καταβαλὼν εἰς τὸ ῥεῦμα πλῆρες ἁλῶν ἀγγεῖον κεράμου, ἔπειτα εἰς οὐρανὸν δεξιὰν ἀνατείνας δικαίαν κἀπὶ γῆς σπονδὰς μειλικτηρίους χεόμενος, τὴν μὲν ᾐτεῖτο μαλάξαι τὸ ῥεῦμα καὶ γλυκυτέρας φλέβας ἀνοῖξαι, τὸν δὲ ἐγκεράσασθαι τῷ ῥεύματι γονιμωτέρους [τε] ἀέρας δοῦναί τε ἅμα καὶ καρπῶν εὐθηνίαν τοῖς ἐπιχωρίοις καὶ τέκνων διαδοχήν, μηδʼ ἐπιλιπεῖν αὐτοῖς τὸ τούτων γεννητικὸν ὕδωρ, ἕως μένουσι δίκαιοι. ταύταις ταῖς εὐχαῖς πολλὰ προσχειρουργήσας ἐξ ἐπιστήμης ἔτρεψε τὴν πηγήν, καὶ τὸ πρὶν ὀρφανίας αὐτοῖς καὶ λιμοῦ παραίτιον ὕδωρ ἔκτοτε εὐτεκνίας καὶ κόρου χορηγὸν κατέστη. τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων.