Ancient Greek · ~7 min
466 to 476
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 466-2-476
Not analysed yet
παρὸ καὶ τῶν [μὲν] δαψιλεστέρως χρωμένων ἡ ὄνησίς ἐστιν ὀλίγη, τούτου δὲ τοῦ ὀλίγου χορηγία δαψιλής. ἄρδει γοῦν πλέονα τῶν ἄλλων ἁπάντων, καὶ πεδίον μὲν ἔπεισιν ἑβδομήκοντα σταδίων μῆκος εὖρος δʼ εἴκοσιν, ἐκτρέφει δʼ ἐν αὐτῷ παραδείσους καλλίστους τε καὶ πυκνοτάτους. τῶν δὲ φοινίκων ἐπαρδομένων γένη πολλὰ ταῖς γεύσεσι καὶ ταῖς παρηγορίαις διάφορα· τούτων οἱ πιότεροι πατούμενοι καὶ μέλι δαψιλὲς ἀνιᾶσιν οὐ πολλῷ τοῦ λοιποῦ χεῖρον. καὶ μελιττοτρόφος δὲ ἡ χώρα· φέρει δὲ καὶ ὀποβάλσαμον, ὃ δὴ τιμιώτατον τῶν τῇδε καρπῶν, κύπρον τε καὶ μυροβάλανον, ὡς οὐκ ἂν ἁμαρτεῖν τινα εἰπόντα θεῖον εἶναι τὸ χωρίον, ἐν ᾧ δαψιλῆ τὰ σπανιώτατα καὶ κάλλιστα γεννᾶται. τῶν μὲν γὰρ ἄλλων αὐτῷ καρπῶν ἕνεκεν οὐκ ἂν ῥᾳδίως τι παραβληθείη κλίμα τῆς οἰκουμένης· οὕτως τὸ καταβληθὲν πολύχουν ἀναδίδωσιν. αἴτιόν μοι δοκεῖ τὸ θερμὸν τῶν ἀέρων καὶ τὸ τῶν ὑδάτων εὔτονον, τῶν μὲν προκαλουμένων τὰ φυόμενα καὶ διαχεόντων, τῆς δὲ ἰκμάδος ῥιζούσης ἕκαστον ἰσχυρῶς καὶ χορηγούσης τὴν ἐν θέρει δύναμιν· περικαὲς δέ ἐστιν οὕτως τὸ χωρίον, ὡς μηδένα ῥᾳδίως προϊέναι. τὸ δὲ ὕδωρ πρὸ ἀνατολῆς ἀντλούμενον, ἔπειτα ἐξαιθριασθὲν γίνεται ψυχρότατον καὶ τὴν ἐναντίαν πρὸς τὸ περιέχον φύσιν λαμβάνει, χειμῶνος δὲ ἀνάπαλιν χλιαίνεται καὶ τοῖς ἐμβαίνουσι γίνεται προσηνέστατον. ἔστι δὲ καὶ τὸ περιέχον οὕτως εὔκρατον, ὡς λινοῦν ἀμφιέννυσθαι τοὺς ἐπιχωρίους νιφομένης τῆς ἄλλης Ἰουδαίας. ἀπέχει δὲ ἀπὸ Ἱεροσολύμων μὲν σταδίους ἑκατὸν πεντήκοντα, τοῦ δὲ Ἰορδάνου ἑξήκοντα, καὶ τὸ μὲν μέχρι Ἱεροσολύμων αὐτῆς ἔρημον καὶ πετρῶδες, τὸ δὲ μέχρι τοῦ Ἰορδάνου καὶ τῆς Ἀσφαλτίτιδος χθαμαλώτερον μέν, ἔρημον δὲ ὁμοίως καὶ ἄκαρπον. ἀλλὰ γὰρ τὰ μὲν περὶ Ἱεριχοῦν εὐδαιμονεστάτην οὖσαν ἀποχρώντως δεδήλωται. Ἄξιον δὲ ἀφηγήσασθαι καὶ τὴν φύσιν τῆς Ἀσφαλτίτιδος λίμνης, ἥτις ἐστὶ μέν, ὡς ἔφην, πικρὰ καὶ ἄγονος, ὑπὸ δὲ κουφότητος καὶ τὰ βαρύτατα τῶν εἰς αὐτὴν ῥιφέντων ἀναφέρει, καταδῦναι δʼ εἰς τὸν βυθὸν οὐδὲ ἐπιτηδεύσαντα ῥᾴδιον.