Ancient Greek · ~7 min
599 to 607
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 599-607
Not analysed yet
καὶ τὸ μὲν πλῆθος ἐν τῷ κατὰ Ταριχέας ἱπποδρόμῳ συνηθροισμένον πολλὰ πρὸς ὀργὴν ἀνεβόα καὶ καταλεύειν οἱ δὲ καίειν τὸν προδότην ἐκεκράγεσαν· παρώξυνεν δὲ τοὺς πολλοὺς ὁ Ἰωάννης καὶ σὺν αὐτῷ Ἰησοῦς τις υἱὸς Σαπφία, τότε ἄρχων τῆς Τιβεριάδος. οἱ μὲν οὖν φίλοι καὶ σωματοφύλακες τοῦ Ἰωσήπου καταπλαγέντες τὴν ὁρμὴν τοῦ πλήθους ἔφυγον πλὴν τεσσάρων πάντες, αὐτὸς δὲ κοιμώμενος ἤδη προσφερομένου τοῦ πυρὸς διανίσταται, καὶ παραινούντων φεύγειν τῶν τεσσάρων, οἳ παρέμειναν, οὔτε πρὸς τὴν καθʼ ἑαυτὸν ἐρημίαν οὔτε πρὸς τὸ πλῆθος τῶν ἐφεστώτων καταπλαγεὶς προπηδᾷ, περιρρηξάμενος μὲν τὴν ἐσθῆτα, καταπασάμενος δὲ τῆς κεφαλῆς κόνιν, ἀποστρέψας δὲ ὀπίσω τὰς χεῖρας καὶ τὸ ἴδιον ξίφος ἐπιδήσας τῷ τένοντι. πρὸς ταῦτα τῶν μὲν οἰκείως ἐχόντων, καὶ μάλιστα τῶν Ταριχεατῶν, οἶκτος ἦν, οἱ δʼ ἀπὸ τῆς χώρας καὶ τῶν πλησίον ὅσοις ἐδόκει φορτικὸς ἐβλασφήμουν, προφέρειν τε τὰ κοινὰ χρήματα θᾶττον ἐκέλευον καὶ τὰς προδοτικὰς συνθήκας ἐξομολογεῖσθαι· προειλήφεσαν γὰρ ἐκ τοῦ σχήματος οὐδὲν αὐτὸν ἀρνήσεσθαι τῶν ὑπονοηθέντων, ἀλλʼ ἐπὶ συγγνώμης πορισμῷ πάντα πεποιηκέναι τὰ πρὸς τὸν ἔλεον. τῷ δʼ ἦν ἡ ταπείνωσις προπαρασκευὴ στρατηγήματος, καὶ τεχνιτεύων τοὺς ἀγανακτοῦντας κατʼ αὐτοῦ κατʼ ἀλλήλων στασιάσαι, ἐφʼ οἷς ὠργίζοντο πάνθʼ ὁμολογήσων, ἔπειτα δοθὲν αὐτῷ λέγειν, ἐγὼ ταῦτα, ἔφη, τὰ χρήματα οὔτε ἀναπέμπειν Ἀγρίππᾳ προῃρούμην οὔτε κερδαίνειν αὐτός· μὴ γὰρ ἡγησαίμην ποτὲ ἢ φίλον τὸν ὑμῖν διάφορον ἢ κέρδος τὸ φέρον τῷ κοινῷ βλάβην. ὁρῶν δέ, ὦ Ταριχεᾶται, μάλιστα τὴν ὑμετέραν πόλιν ἀσφαλείας δεομένην καὶ πρὸς κατασκευὴν τείχους χρῄζουσαν ἀργυρίου, δεδοικὼς δὲ τὸν Τιβεριέων δῆμον καὶ τὰς ἄλλας πόλεις ἐφεδρευούσας τοῖς ἡρπαγμένοις, κατασχεῖν ἡσυχῆ τὰ χρήματα προειλόμην, ἵνα ὑμῖν περιβάλωμαι τεῖχος. εἰ μὴ δοκεῖ, προφέρω τὰ κεκομισμένα καὶ παρέχω διαρπάζειν· εἰ μὴ καλῶς ὑμῖν ἐβουλευσάμην, κολάζετε τὸν εὐεργέτην.