Ancient Greek · ~7 min
608 to 615
Flavius Josephus, Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους 608-615
Not analysed yet
Ἐπὶ τούτοις οἱ Ταριχεῶται μὲν αὐτὸν ἀνευφήμουν, οἱ δʼ ἀπὸ τῆς Τιβεριάδος σὺν τοῖς ἄλλοις ἐκάκιζον καὶ διηπείλουν· καταλιπόντες δʼ ἑκάτεροι τὸν Ἰώσηπον ἀλλήλοις διεφέροντο. κἀκεῖνος θαρρῶν ἤδη τοῖς ᾠκειωμένοις, ἦσαν δὲ εἰς τετρακισμυρίους Ταριχεᾶται, παντὶ τῷ πλήθει παρρησιαστικώτερον ὡμίλει. καὶ πολλὰ τὴν προπέτειαν αὐτῶν κατονειδίσας ἐκ μὲν τῶν παρόντων Ταριχέας ἔφη τειχίσειν, ἀσφαλιεῖσθαι δὲ ὁμοίως καὶ τὰς ἄλλας πόλεις· οὐ γὰρ ἀπορήσειν χρημάτων, ἐὰν ὁμονοῶσιν ἐφʼ οὓς δεῖ πορίζειν καὶ μὴ παροξύνωνται κατὰ τοῦ πορίζοντος. Ἔνθα δὴ τὸ μὲν ἄλλο πλῆθος τῶν ἠπατημένων ἀνεχώρει καίτοι διωργισμένον, δισχίλιοι δʼ ἐπʼ αὐτὸν ὥρμησαν ἔνοπλοι, καὶ φθάσαντος εἰς τὸ δωμάτιον παρελθεῖν ἀπειλοῦντες ἐφεστήκεσαν. ἐπὶ τούτοις Ἰώσηπος ἀπάτῃ δευτέρᾳ χρῆται· ἀναβὰς γὰρ ἐπὶ τὸ τέγος καὶ τῇ δεξιᾷ καταστείλας τὸν θόρυβον αὐτῶν ἀγνοεῖν ἔφη τίνων ἀξιοῦσιν τυχεῖν· οὐ γὰρ κατακούειν διὰ τὴν τῆς βοῆς σύγχυσιν· ὅσα δʼ ἂν κελεύσωσιν πάντα ποιήσειν, εἰ τοὺς διαλεξομένους ἡσυχῆ πέμψειαν εἴσω πρὸς αὐτόν. ταῦτα ἀκούσαντες οἱ γνώριμοι σὺν τοῖς ἄρχουσιν εἰσῄεσαν. ὁ δὲ σύρας αὐτοὺς εἰς τὸ μυχαίτατον τῆς οἰκίας καὶ τὴν αὔλειον ἀποκλείσας ἐμαστίγωσεν, μέχρι πάντων τὰ σπλάγχνα γυμνῶσαι· περιειστήκει δὲ τέως τὸ πλῆθος δικαιολογεῖσθαι μακρότερα τοὺς εἰσελθόντας οἰόμενον. ὁ δὲ τὰς θύρας ἐξαπίνης ἀνοίξας ᾑμαγμένους ἐξαφῆκεν τοὺς ἄνδρας καὶ τοσαύτην τοῖς ἀπειλοῦσιν ἐνειργάσατο κατάπληξιν, ὥστε ῥίψαντας τὰ ὅπλα φεύγειν. Πρὸς ταῦτα Ἰωάννης ἐπέτεινεν τὸν φθόνον καὶ δευτέραν ἤρτυσεν ἐπιβουλὴν κατὰ τοῦ Ἰωσήπου. σκηψάμενος δὴ νόσον ἱκέτευσεν διʼ ἐπιστολῆς τὸν Ἰώσηπον ἐπιτρέψαι πρὸς θεραπείαν αὐτῷ χρήσασθαι τοῖς ἐν Τιβεριάδι θερμοῖς ὕδασιν. ὁ δέ, οὔπω γὰρ ὑπώπτευεν τὸν ἐπίβουλον, γράφει τοῖς κατὰ τὴν πόλιν ὑπάρχοις ξενίαν τε καὶ τὰ ἐπιτήδεια Ἰωάννῃ παρασχεῖν. ὧν ἀπολαύσας μετὰ δύο ἡμέρας ἐφʼ ὃ παρῆν διεπράττετο, καὶ τοὺς μὲν ἀπάταις τοὺς δὲ χρήμασι διαφθείρων ἀνέπειθεν ἀποστῆναι Ἰωσήπου.