Ancient Greek
Section 10
Flavius Josephus, Ἰωσήπου βίος 10
Not analysed yet
περὶ δὲ ἑκκαίδεκα ἔτη γενόμενος ἐβουλήθην τῶν παρʼ ἡμῖν αἱρέσεων ἐμπειρίαν λαβεῖν· τρεῖς δʼ εἰσὶν αὗται, Φαρισαίων μὲν ἡ πρώτη, καὶ Σαδδουκαίων ἡ δευτέρα, τρίτη δʼ Ἐσσηνῶν, καθὼς πολλάκις εἴπομεν· οὕτως γὰρ ᾤμην αἱρήσεσθαι τὴν ἀρίστην, εἰ πάσας καταμάθοιμι.