Ancient Greek
Section 9
Flavius Josephus, Ἰωσήπου βίος 9
Not analysed yet
ἔτι δʼ ἀντίπαις ὢν περὶ τεσσαρεσκαιδέκατον ἔτος διὰ τὸ φιλογράμματον ὑπὸ πάντων ἐπῃνούμην συνιόντων ἀεὶ τῶν ἀρχιερέων καὶ τῶν τῆς πόλεως πρώτων ὑπὲρ τοῦ παρʼ ἐμοῦ περὶ τῶν νομίμων ἀκριβέστερόν τι γνῶναι.