Ancient Greek · ~1 min
Section 165
Flavius Josephus, Ἰωσήπου βίος 165
Not analysed yet
Τιβεριεῖς δὲ τὴν παρὰ τοῦ βασιλέως δύναμιν ὡς ἔγνωσαν οὐχ ἥκουσαν αὐτοῖς, πλοίων δὲ τὴν λίμνην πᾶσαν ἐθεάσαντο πλήρη, δείσαντες περὶ τῇ πόλει καὶ καταπλαγέντες ὡς ἐπιβατῶν πλήρεις εἶναι νέας, μετατίθενται τὰς γνώμας.