Ancient Greek · ~1 min
Section 166
Flavius Josephus, Ἰωσήπου βίος 166
Not analysed yet
ῥίψαντες οὖν τὰ ὅπλα μετὰ γυναικῶν καὶ παίδων ὑπηντίαζον πολλὰς μετʼ ἐπαίνων εἰς ἐμὲ φωνὰς ἀφιέντες, εἴκαζον γὰρ οὐ προπεπύσθαι με τὴν διάνοιαν αὐτῶν, καὶ παρεκάλουν φείσασθαι τῆς πόλεως.