Ancient Greek · ~1 min
Section 277
Flavius Josephus, Ἰωσήπου βίος 277
Not analysed yet
κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν.