Ancient Greek · ~1 min
Section 278
Flavius Josephus, Ἰωσήπου βίος 278
Not analysed yet
Ἰησοῦς δʼ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις. ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην.