Ancient Greek · ~1 min
Section 42
Flavius Josephus, Ἰωσήπου βίος 42
Not analysed yet
τότε δὲ πείσας ὁ Ἰοῦστος τοὺς πολίτας ἀναλαβεῖν τὰ ὅπλα πολλοὺς δὲ καὶ μὴ θελήσαντας ἀναγκάσας, ἐξελθὼν σὺν πᾶσιν τούτοις ἐμπίπρησιν τάς τε Γαδαρηνῶν καὶ Ἱππηνῶν κώμας, αἳ δὴ μεθόριοι τῆς Τιβεριάδος καὶ τῆς τῶν Σκυθοπολιτῶν γῆς ἐτύγχανον κείμεναι.