Ancient Greek
Section 43
Flavius Josephus, Ἰωσήπου βίος 43
Not analysed yet
Καὶ Τιβεριὰς μὲν ἐν τοιούτοις ἦν. τὰ περὶ Γίσχαλα δὲ εἶχε τὸν τρόπον τοῦτον· Ἰωάννης ὁ τοῦ Ληουεῖ τῶν πολιτῶν τινας ὁρῶν διὰ τὴν ἀποστασίαν τὴν ἀπὸ Ῥωμαίων μέγα φρονοῦντας κατέχειν αὐτοὺς ἐπειρᾶτο καὶ τὴν πίστιν ἠξίου διαφυλάττειν.