Ancient Greek · ~1 min
Section 59
Flavius Josephus, Ἰωσήπου βίος 59
Not analysed yet
Φίλιππος δὲ πυθόμενος ταῦτα καὶ αὐτὸς εἰς Γάμαλα τὸ φρούριον ἧκεν. παραγενομένου δὲ κατεβόα τὸ πλῆθος, ἄρχειν αὐτὸν παρακαλοῦντες καὶ πολεμεῖν πρὸς Οὔαρον καὶ τοὺς ἐν τῇ Καισαρείᾳ Σύρους. διαδέδοκτο γὰρ ὑπὸ τούτων τὸν βασιλέα τεθνάναι.