Ancient Greek · ~1 min
Section 60
Flavius Josephus, Ἰωσήπου βίος 60
Not analysed yet
Φίλιππος δʼ αὐτῶν κατεῖχε τὰς ὁρμὰς ὑπομιμνήσκων τῶν τε τοῦ βασιλέως εἰς αὐτοὺς εὐεργεσιῶν, καὶ τὴν Ῥωμαίων διηγούμενος ὅση τίς ἐστι δύναμις συμφέρειν οὐκ ἔλεγεν ἄρασθαι πρὸς τούτους πόλεμον, καὶ τέλος ἔπεισεν.