Ancient Greek
Section 82
Flavius Josephus, Ἰωσήπου βίος 82
Not analysed yet
καὶ δὶς μὲν κατὰ κράτος ἑλὼν Σεπφωρίτας, Τιβεριεῖς τετράκις, Γαδαρεῖς δʼ ἅπαξ, καὶ τὸν Ἰωάννην πολλάκις ἐπιβουλεύσαντά μοι λαβὼν ὑποχείριον οὔτʼ αὐτὸν οὔτε τινὰς τῶν προειρημένων ἐθνῶν ἐτιμωρησάμην, ὡς προϊὼν ὁ λόγος παραστήσει.