Ancient Greek · ~1 min
Section 83
Flavius Josephus, Ἰωσήπου βίος 83
Not analysed yet
διὰ τοῦτʼ οἶμαι καὶ τὸν θεόν, οὐ γὰρ λελήθασιν αὐτὸν οἱ τὰ δέοντα πράττοντες, καὶ ἐκ τῆς ἐκείνων ῥύσασθαί με χειρὸς καὶ μετὰ ταῦτα πολλοῖς περιπεσόντα κινδύνοις διαφυλάξαι, περὶ ὧν ὕστερον ἀπαγγελοῦμεν.