Ancient Greek
Section 84
Flavius Josephus, Ἰωσήπου βίος 84
Not analysed yet
Τοσαύτη δʼ ἦν ἡ πρός με τοῦ πλήθους τῶν Γαλιλαίων εὔνοια καὶ πίστις, ὥστε ληφθεισῶν αὐτῶν κατὰ κράτος τῶν πόλεων, γυναικῶν δὲ καὶ τέκνων ἀνδραποδισθέντων, οὐχ οὕτως ταῖς ἑαυτῶν ἐπεστέναξαν συμφοραῖς, ὥσπερ τῆς ἐμῆς ἐφρόντισαν σωτηρίας.