Ancient Greek · ~7 min
108 to 115
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 108-115
Not analysed yet
ταῦτα δʼ ἔλεγον πρὸς ἀλλήλους οὐχ ἡγούμενοι τὸν Ἰώσηπον γλώσσης τῆς αὐτῶν συνιέναι. κατήφεια δὲ πάντας εἶχε πρὸς τοὺς Ῥουβήλου λόγους καὶ τῶν πραγμάτων μετάμελος, ὥσπερ οὖν καὶ τῶν ταῦτα ψηφισαμένων, ἐφʼ οἷς δίκαιον ἔκρινον τὸν θεὸν κολαζόμενοι. βλέπων δʼ οὕτως ἀμηχανοῦντας Ἰώσηπος ὑπὸ τοῦ πάθους εἰς δάκρυα προύπιπτε καὶ μὴ βουλόμενος τοῖς ἀδελφοῖς γενέσθαι καταφανὴς ὑπεχώρει καὶ διαλιπὼν πάλιν ἧκε πρὸς αὐτούς. καὶ Σεμεῶνα κατασχὼν ὅμηρον τῆς ἐπανόδου τῶν ἀδελφῶν γενησόμενον ἐκείνους μεταλαβόντας τῆς ἀγορᾶς τοῦ σίτου προσέταξεν ἀπιέναι, κελεύσας τῷ ὑπηρέτῃ τἀργύριον, ὃ πρὸς τὴν ὠνὴν εἶεν τοῦ σίτου κεκομικότες, κρύφα τοῖς φορτίοις ἐνθέντι ἀπολύειν κἀκεῖνο κομίζοντας. καὶ ὁ μὲν τὰ ἐντεταλμένα ἔπραττεν. Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρʼ αὐτῷ γένοιτο· ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δʼ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν. καὶ ὁ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς ὁ πάππος, πείθεται τοῖς λόγοις. οἱ δʼ ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν. τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπʼ αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης ὁ Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν· οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθʼ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, ὅ τι χρήσαιτο τοῖς παροῦσιν.