Ancient Greek · ~7 min
116 to 121
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 116-121
Not analysed yet
Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ διʼ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, ᾧ μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρʼ αὐτῷ μένοντι· φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς ἢ σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν ἢ συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον, πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. ὁ μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ ὁ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι. Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ ὁ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό. τοῦ δὲ μηδʼ ὅ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον.