Ancient Greek · ~3 min
115 to 117
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 115-5-117
Not analysed yet
ὁ δʼ εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν ὁ προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ὁ ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ· πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. ὁ δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δʼ αὐτῷ. ταῦτα ὁ σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς. ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν ὁ σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος.