Ancient Greek · ~2 min
Τάδε ἔνεστιν ἐν τῇ ἐνάτῃ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 118-2
Not analysed yet
σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας ὁ βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος.