Ancient Greek · ~7 min
119 to 124
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 119-124
Not analysed yet
καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ· ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών. ὁ δʼ ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετʼ ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δʼ εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος. Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην. ὁ δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν. καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων. εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν ἢ μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον.