Ancient Greek · ~4 min
120 to 123
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 120-3-123
Not analysed yet
Ὁ δὲ βασιλεὺς αὐτὸς μὲν ὑπὸ χρηστότητος καὶ δικαιοσύνης οὐδὲν ἰδίᾳ παρωξύνθη, ἵνα δὲ μὴ τοῖς ἡγεμόσιν ἀπεχθάνηται παρὰ τοιοῦτον καιρὸν ἀντιπράττων αὐτῶν τῇ προαιρέσει, τὸν προφήτην ἐφῆκεν αὐτοῖς ποιεῖν ὅτι ἂν θέλωσιν. ὡς δὲ τοῦτο ἐφέντος αὐτοῖς τοῦ βασιλέως εὐθὺς εἰς τὴν εἱρκτὴν εἰσελθόντες καὶ παραλαβόντες αὐτὸν εἴς τινα λάκκον βορβόρου πλήρη καθίμησαν, ὅπως ἰδίῳ θανάτῳ πνιγεὶς ἀποθάνῃ. ὁ δὲ πρὸ τοῦ αὐχένος ὑπὸ τοῦ πηλοῦ περισχεθεὶς ἐν τούτοις ἦν. τῶν δʼ οἰκετῶν τις τοῦ βασιλέως ἐν τιμῇ τυγχάνων Αἰθίοψ τὸ γένος τὸ περὶ τὸν προφήτην πάθος ἀπήγγειλε τῷ βασιλεῖ φάσκων οὐκ ὀρθῶς ταῦτα τοὺς φίλους καὶ τοὺς ἡγεμόνας αὐτοῦ πεποιηκέναι καταποντίσαντας εἰς βόρβορον τὸν προφήτην καὶ τοῦ διὰ τῶν δεσμῶν θανάτου πικρότερον οὕτως ἐσόμενον ἐπινοήσαντας κατʼ αὐτοῦ. ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ μετανοήσας ἐν τῷ παραδοῦναι τὸν προφήτην τοῖς ἡγεμόσιν ἐκέλευσε τὸν Αἰθίοπα τριάκοντα τῶν βασιλικῶν παραλαβόντα καὶ σχοίνους καὶ πᾶν ὃ πρὸς τὴν τοῦ προφήτου σωτηρίαν ἐπινοεῖν χρήσιμον μετὰ σπουδῆς ἀνελκύσαι τὸν Ἱερεμίαν. ὁ δʼ Αἰθίοψ παραλαβὼν οὓς ἐπετάγη ἀνέσπασεν ἐκ τοῦ βορβόρου τὸν προφήτην καὶ διαφῆκεν ἀφύλακτον.