Ancient Greek
Τάδε ἔνεστιν ἐν τῇ δεκάτῃ βίβλῳ τῶν Ἰωσήπου ἱστοριῶν τῆς Ἰουδαϊκῆς ἀρχαιολογίας.
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 124-3
Not analysed yet
Μεταπεμψαμένου δʼ αὐτὸν κρύφα τοῦ βασιλέως καὶ τί δύναται φράζειν αὐτῷ παρὰ τοῦ θεοῦ καὶ πρὸς τὰ παρόντα σημαίνειν ἐρομένου, ἔχειν μὲν ἔλεγεν, οὐ πιστευθήσεσθαι δʼ εἰπὼν οὐδὲ παραινέσας ἀκουσθήσεσθαι, ἀλλʼ ὡς δὴ μέγα κακόν τι εἰργασμένον ἀπολέσαι διέγνωσαν οἱ σοὶ φίλοι ,φησί, καὶ ποῦ νῦν εἰσιν οἱ τὸν Βαβυλώνιον οὐκέθʼ ἡμῖν ἐπιστρατεύσειν φάσκοντες καὶ ἀπατῶντες ὑμᾶς; εὐλαβοῦμαι δὲ νῦν γε τὴν ἀλήθειαν εἰπεῖν, μή με κατακρίνῃς θανάτῳ. τοῦ δὲ βασιλέως ὅρκους αὐτῷ δόντος,