Ancient Greek · ~7 min
122 to 128
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 122-2-128
Not analysed yet
ὁ δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος ὁ νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς ὁ Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα. Ἐπεὶ δὲ μετὰ τὸ δεῖπνον εἰς ὕπνον ἐτράποντο, κελεύει τῷ ταμίᾳ τόν τε σῖτον αὐτοῖς δοῦναι μεμετρημένον καὶ τὴν τιμὴν πάλιν ἐγκρύψαι τοῖς σακκίοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφος ἀργυροῦν, ᾧ πίνων ἔχαιρε, βαλόντα καταλιπεῖν. ἐποίει δὲ ταῦτα διάπειραν βουλόμενος τῶν ἀδελφῶν λαβεῖν, πότερόν ποτε βοηθήσουσι τῷ Βενιαμὶν κλοπῆς ἀγομένῳ καὶ δοκοῦντι κινδυνεύειν, ἢ καταλιπόντες ὡς οὐδὲν αὐτοὶ κεκακουργηκότες ἀπίασι πρὸς τὸν πατέρα. ποιήσαντος δὲ τοῦ οἰκέτου τὰ ἐντεταλμένα μεθʼ ἡμέραν οὐδὲν τούτων εἰδότες οἱ τοῦ Ἰακώβου παῖδες ἀπῄεσαν ἀπειληφότες τὸν Σεμεῶνα καὶ διπλῆν χαρὰν χαίροντες ἐπί τε τούτῳ κἀπὶ τῷ Βενιαμὶν ἀποκομίζειν τῷ πατρί, καθὼς ὑπέσχοντο. περιελαύνουσι δʼ αὐτοὺς ἱππεῖς ἄγοντες τὸν οἰκέτην, ὃς ἐναπέθετο τῷ τοῦ Βενιαμὶν φορτίῳ τὸν σκύφον. ταραχθέντας δὲ ὑπὸ τῆς ἀδοκήτου τῶν ἱππέων ἐφόδου καὶ τὴν αἰτίαν πυθομένους διʼ ἣν ἐπʼ ἄνδρας ἐληλύθασιν, οἳ μικρὸν ἔμπροσθεν τιμῆς καὶ ξενίας τετυχήκασιν αὐτῶν παρὰ τοῦ δεσπότου, κακίστους ἀπεκάλουν, οἳ μηδʼ αὐτὸ τοῦτο τὴν ξενίαν καὶ τὴν φιλοφροσύνην τὴν Ἰωσήπου διὰ μνήμης λαβόντες οὐκ ὤκνησαν εἰς αὐτὸν ἄδικοι γενέσθαι, σκύφον δὲ, ᾧ φιλοτησίας αὐτοῖς προύπιεν, ἀράμενοι φέροιεν κέρδους ἀδίκου τήν τε πρὸς Ἰώσηπον φιλίαν τόν τε ἑαυτῶν εἰ φωραθεῖεν κίνδυνον ἐν δευτέρῳ θέμενοι·