Ancient Greek
129 to 135
Flavius Josephus, Ἰουδαϊκὴ ἀρχαιολογία 129-3-135
Not analysed yet
Βενιαμῖται δέ, τούτων γὰρ ἦν Ἱεροσόλυμα, τοῖς οἰκήτορσιν αὐτῶν συνεχώρησαν φόρους τελεῖν. καὶ οὕτως παυσάμενοι πάντες οἱ μὲν τοῦ κτείνειν οἱ δὲ κινδυνεύειν, ἐργάζεσθαι τὴν γῆν εὐσχόλουν. τὸ δʼ αὐτὸ καὶ αἱ λοιπαὶ φυλαὶ τὴν Βενιαμῖτιν μιμησάμεναι ἐποίουν καὶ τοῖς τελουμένοις ἀρκούμενοι φόροις ἐπέτρεπον τοῖς Χαναναίοις ἀπολέμοις εἶναι. Ἡ δʼ Ἐφρὰν πολιορκοῦσα Βήθηλα τέλος οὐδὲν ἄξιον τοῦ χρόνου καὶ τῶν πόνων ηὕρισκε τῆς πολιορκίας, οἱ δὲ καίπερ ἀχθόμενοι τῇ καθέδρᾳ προσεκαρτέρουν. ἔπειτα συλλαβόντες τινὰ τῶν ἐν τῇ πόλει προελθόντα ἐπὶ κομιδῇ τῶν ἀναγκαίων τινὰς πίστεις ἔδοσαν αὐτῷ παραδιδόντι τὴν πόλιν σώσειν αὐτόν τε καὶ τοὺς συγγενεῖς αὐτοῦ. κἀκεῖνος ἐπὶ τούτοις ὤμνυε τὴν πόλιν αὐτοῖς ἐγχειριεῖν. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ ἀποκτείναντες ἅπαντας τοὺς ἐνοικοῦντας εἶχον τὴν πόλιν. Καὶ μετὰ ταῦτα πρὸς μὲν τοὺς πολεμίους μαλακῶς εἶχον οἱ Ἰσραηλῖται, τῆς δὲ γῆς καὶ τῶν ταύτης ἔργων ἐπεμελοῦντο. τῶν δὲ κατὰ τὸν πλοῦτον αὐτοῖς ἐπιδιδόντων ὑπὸ τρυφῆς καὶ ἡδονῆς τοῦ κόσμου ὠλιγώρουν καὶ τῆς πολιτείας τῶν νόμων οὐκέτʼ ἦσαν ἀκριβεῖς ἀκροαταί. παροξυνθὲν δʼ ἐπὶ τούτοις τὸ θεῖον ἀναιρεῖ, πρῶτον μὲν ὡς φείσαιντο παρὰ τὴν αὐτοῦ γνώμην τῶν Χαναναίων, ἔπειθʼ ὡς ἐκεῖνοι χρήσοιντο πολλῇ κατʼ αὐτῶν ὠμότητι καιροῦ λαβόμενοι. οἱ δὲ καὶ πρὸς τὰ παρὰ τοῦ θεοῦ δυσθύμως εἶχον καὶ πρὸς τὸ πολεμεῖν ἀηδῶς πολλά τε παρὰ τῶν Χαναναίων λαβόντες καὶ πρὸς τοὺς πόνους ἤδη διὰ τὴν τρυφὴν ἐκλελυμένοι. καὶ συνέβαινεν ἤδη τὴν ἀριστοκρατίαν διεφθάρθαι, καὶ τὰς γερουσίας οὐκ ἀπεδείκνυσαν οὐδʼ ἀρχὴν ἄλλην οὐδεμίαν τῶν πρότερον νενομισμένων, ἦσαν δὲ ἐν τοῖς ἀγροῖς ἡδονῇ τοῦ κερδαίνειν προσδεδεμένοι. καὶ διὰ τὴν πολλὴν ἄδειαν στάσις αὐτοὺς πάλιν καταλαμβάνει δεινὴ καὶ προήχθησαν εἰς τὸ πολεμεῖν ἀλλήλοις ἐκ τοιαύτης αἰτίας.